Ancient Greek
Section 82
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 82
Not analysed yet
Καὶ ὁ Πέτρος ἔφη· τί οὖν; οἴει, γύναι, ὅτι πάντως οἱ ἀναιρουντες ἑαυτοὺς κολάσεως ἀπαλλάσσονται, ἢ μὴ τῇ χείρονι κολάσει ἐν ᾅδῃ αἱ τῶν οὕτως θνησκόντων ψυχαὶ περὶ τῆς αὐτοκτονίας κολάζονται; ἡ δὲ ἔφη· εἴθε ἐπεπείσμην, ὅτι ὄντως ἐν ᾅδῃ ψυχαὶ εὑρίσκονται ζῶσαι, καὶ ἠγάπων τῆς κολάσεως καταφρονήσασα θανεῖν, ὅπως τοὺς ἐμοὺς περιποθήτους ἴδω κἂν μίαν ἡμέραν. καὶ ὁ Πέτρος ἔφη· τί ἄρα ἐστὶν τὸ λυποῦν σε, μαθεῖν ἤθελον, γύναι. ἐὰν γάρ με διδάξῃς, ἀντὶ ταύτης τῆς χάριτος πληροφορήσω σε ὅτι ἐν ᾅδῃ ζῶσιν αἱ ψυχαὶ, καὶ ἀντὶ κρημνοῦ ἢ βυθοῦ φάρμακον δῶ, ὅπως ἀβασανίστως τοῦ ζῆν τὸν βίον μεταλλάξαι δυνηθῇς.