Ancient Greek
Section 85
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 85
Not analysed yet
Πλὴν ἐπειδὴ ὄρθρος ἐγένετο, μεγάλα βοῶσα καὶ γοερὰ κωκύουσα περιεβλεπόμην ζητοῦσα τῶν ἐμῶν ταλαιπώρων βρεφῶν τὰ νεκρὰ σώματα. ἐλεήσαντες, οὖν με οἱ ἐπιχώριοι γυμνὴν ἰδόντες, ἐνδύσαντές με πρῶτον τὸν βυθὸν ἀνηρεύνων τὰ ἐμὰ ζητοῦντες τέκνα. καὶ ἐπεὶ μηδὲν ηὕρισκον ὧν ἐζήτουν, παραμυθίας χάριν τινὲς τῶν φιλοξένων γυναικῶν προσελθοῦσαι διηγοῦντο ἑκάστη τὰ ἑαυτῆς κακὰ, ἵνα τῇ τῶν ὁμοίων συμφορᾷ παραμυθίας τύχω, ὃ δὴ μᾶλλόν με ἐλύπει. καὶ δὴ εἰς ξενίαν πολλῶν εἰσάγειν με ἀξιουσῶν μία τις τῶν ἐνταῦθα πενιχρὰ πολλὰ βιασαμένη εἰς τὸ ἑαυτῆς ἐλθεῖν ἠνάγκασεν οἴκημα εἰποῦσά μοι· θάρσει γύναι, καὶ γὰρ ὁ ἐμὸς ἀνὴρ ναύτης ὢν κατὰ θάλασσαν τέθνηκεν ἐν τῇ νεαζούσῃ τυγχάνων ἡλικίᾳ· καὶ ἔκτοτε πολλῶν με ἀξιούντων πρὸς γάμον ἐγὼ χηρεύειν εἱλόμην τὸν ἐμὸν ποθοῦσα ἄνδρα. ἔσται δὲ ἡμῖν κοινὰ, ἃ διὰ χειρῶν ἀμφοτέραι πορίζειν δυνάμεθα.