Ancient Greek
Section 87
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 87
Not analysed yet
Ταῦτα τῆς γυναικὸς εἰπούσης ὑπὸ λογισμῶν πολλῶν ὁ Πέτρος μετέωρος ἐδόκει ἵστασθαι. ἐγὼ δὲ ἐπελθὼν ἔφην· ἐκ πολλοῦ σε περιερχόμενος ζητῶ· καὶ τὰ νῦν τί ποιοῦμεν; ὁ δὲ Πέτρος προσέταξέν μοι προάξαντι μένειν αὐτὸν ἐπὶ τοῦ σκάφους. καὶ ἐπειδὴ ἀντειπεῖν οὐκ ἦν αὐτῷ κελεύσαντι, ἐποίησα τὸ προσταχθέν. ὁ δὲ Πέτρος μικρᾷ τινι ὑποψίᾳ, ὡς αὐτός μοι πάντα ὕστερον διηγήσατο, παλλόμενος τὴν καρδίαν ἐπυνθάνετο τῆς γυναικὸς λέγων· εἰπέ μοι, γύναι, τὸ γένος καὶ τὴν πόλιν καὶ τῶν τέκνων τὰ ὀνόματα, καὶ ἥδη δίδωμί σοι τὸ φάρμακον. ἡ δὲ βίαν πάσχουσα καὶ εἰπεῖν οὐ θέλουσα, τὸ δὲ φάρμακον λαβεῖν ἐπιθυμοῦσα, ἐσοφίσατο ἄλλα ἀντὶ ἄλλων εἰπεῖν καὶ ὅμως ἔφη, αὐτὴν μὲν Ἐφεσίαν εἶναι, τὸν δὲ ἄνδρα Σικελόν· ὡσαύτως καὶ τῶν τριῶν τέκνων ἤλλαξεν τὰ ὀνόματα. καὶ ὁ Πέτρος νομίσας αὐτὴν ἀληθεύειν ἔφη· οἴμοι γύναι, ἐνόμιζον μεγάλην τινὰ χαρὰν, τῇ σήμερον ἄγειν ἡμέρᾳ ὑποπτεύσας σέ τινα εἶναι, ἣν ἐνόμιζον, ἧς τὰ πράγματα ἀκούσας ἀλριβῶς ἐπίσταμαι. ἡ δ῀ ἐξώρκιζεν λέγουσα· δέομαι, εἰπέ μοι, ἵνα εἰδῶ εἰ ἐστί τις ἐν γυναιξὶν ἀθλιωτέρα ἐμοῦ.