Ancient Greek
Section 112
Clemens Romanus, Clementina Epitome Prior Edita Correctior 112
Not analysed yet
Καὶ ὁ γέρων τοῦ λέγειν ἤρξατο οὕτως· θαλάσσῃ ὑμᾶς λελουμένους εἰς τὸν ἀπόκρυφον τόπον ὑποχωρήσαντας ἰδὼν, προσελθὼν λάθρα κατεσκόπουν τὸ τί ἂν ἐν κρυφῇ πράττοιτε· καὶ ἐπειδὴ εὐχομένους εἶδον, ὑπεχώρησα, καὶ ἐλεήσας ὑμᾶς ἀνέμεινα ὅπως ἐξιοῦσι προσομιλήσας πείσω μὴ ἀπατᾶσθαι. οὔτε γὰρ θεός ἐστιν, οὔτε πρόνοια, ἀλλὰ γενέσει τὰ πάντα ὑπόκειται, ὡς ἐγὼ ἐφ’ οἷς πέπονθα πεπληροφόρημαι ἀκριβῶν ἐκ πολλοῦ τὸ μάθημα. μὴ οὖν ἀπατῶ. εἴτε γὰρ εὔχη, εἴτε καὶ μὴ τὰ ἐκ τῆς γενέσεως παθεῖν ἂν ἔχοις. αἱ γὰρ εὐχαὶ εἰ ἐδύναντό τι ἢ τὸ εὖ ποιεῖν, αὐτὸς ἂν ἐν τοῖς κρείττοσιν ἤμην. καὶ νῦν εἰ μή σε ἀπατᾷ ἡ πενιχρά μου αὕτη ἐσθὴς, οὐκ ἀπιστήσεις οἷς λέγω. ἐν πολλῇ βίου ποτὲ ὢν εὐθηνίᾳ πολλὰ καὶ θεοῖς ἔθυον καὶ δεομένοις παρεῖχον, καὶ ὅμως εὐχόμενός τε καὶ εὐσεβῶν τὴν πεπρωμένην ἐκφυγεῖν οὐ δεδύνημαι. κἀγὼ πρὸς αὐτόν· καὶ τίνα ἐστὶν, ἃ πέπονθας; ὁ δὲ ἀπεκρίνατο· οὐκ ἀνάγκη μοι λέγειν νῦν· ἴσως δὲ ἐπὶ τῷ τέλει ἀκούσῃ ,τίς τε ὢν ἐγὼ καὶ τίνων καὶ ἐν ποίαις βίου περιστάσεσι γέγονα. νῦν δὲ ὅτι γενέσει τὰ πάντα ὑπόκειται, πίστεις σοι παρασχεῖν βούλομαι.