Ancient Greek
Section 146
Clemens Romanus, Clementina Epitome Prior Edita Correctior 146
Not analysed yet
Ταῦτα αὐτοῦ λέγοντος ἐγὼ Κλήμης πεσὼν ἐπὶ γῆς, πολὺς ἦν τοῦ διδασκάλου δεόμενος, καὶ τὸν θρόνον ὡς μάλιστα παραιτούμενος. ἀλλ’ ὁ θεῖος ἀπόστολος, περὶ τούτου με μὴ ἀξίου εἰπών· ἃ γὰρ ὁ θεὸς βούλεται, τίς ἱκανὸς ἀνθρώπων διασκεδάσαι; ἔτι πρὸς τὸ πλῆθος ἰδὼν καὶ ὑμεῖς, ἔφη, ἀγαπητοὶ ἀδελφοὶ, τὴν ὀφειλομένην ὡς πατρὶ τιμὴν καὶ εὐπείθειαν διὰ παντὸς ἀποδιδόναι τῷ ὑμῶν πατρὶ μὴ ἐλλίποιτε. οὕτω γὰρ καὶ ὑμεῖς ποιμαίνεσθαι καλῶς ἕξετε, καὶ ποιμὴν οὗτος ἔσται, καὶ οὐ μισθωτὸς, τοῦ ποιμνίου ἐπιμελούμενος. ἔσεσθε γὰρ εἰδότες, ὡς ὁ τὸν ποιμένα τε καὶ διδάσκαλον ἐν τοῖς κατὰ θεὸν λυπῶν τὸ τοῦ θεοῦ πνεῦμα λυπεῖ, οὗ τὴν καθέδραν οὗτος καὶ τὸν τόπον ἐπέχει, καὶ ὁ τοὺς αὐτοῦ λόγους ἀθετῶν Χριστὸν ἀθετεῖ καὶ παραβάτης νόμου εὑρίσκεται. πρὸ πάντων δὲ τὰ τῆς πίστεως ὑμῖν ὑγιῶς ἐχέτωσαν καὶ βεβαίως, κινδύνῳ μηδενὶ σαλευόμενα· ἔπειτα καὶ ὁ βίος ὑμῶν καθαρὸς ἔστω, ἢ καθαιρέσθω, καὶ προηγουμένως ὁ τοῦ σώματος ἁγιασμὸς σπουδαζέσθω· οὐδεὶς γὰρ τούτου χωρὶς τὸν κύριον ὄψεται. τὸ εἰρηνικόν τε καὶ ἥμερον ἀλλήλοις παντὶ τρόπῳ περιποιείσθω. εἰ δὲ καὶ συμβαίη ποτὲ ἀλλήλων μεταξὺ σκάνδαλον, μὴ ἐπιδυέτω ὑμῖν ὁ ἥλιος οὕτως ἔχουσι. τοῦ κρίνειν τὸν πλησίον εὐλαβεῖσθε· Φαρισαϊκὸν γὰρ τοῦτο καὶ κρίσεως ἔνοχον. τῆς φιλοξενίας καὶ εὐποιίας μὴ ἐπιλανθάνεσθε· τοῦτο γὰρ ἐντολή τοῦ πρώτου διδασκάλου καὶ σωτῆρος θεοῦ. τοῖς πταίουσι συγχωρεῖτε τὰ ἁμαρτήματα· οὕτω γὰρ καὶ αὐτοὶ ἀπαύστως ἐρεῖτε τὸ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν. ζυγὰ, μέτρα καὶ στάθμια μηδὲ ἓν ἄδικον ἔστω. οὕτω γὰρ εὐνομουμένη πόλις ἡ τοῦ θεοῦ ἔσται καθολικὴ ἐκκλησία. οἱ πράγματά τινα μετ’ ἀλλήλων ἔχοντες ἐπὶ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων κρινέσθωσαν, καὶ τὸ καλὸν νοοῦντες συμβιβαζέσθωσαν· καὶ μὴ ἕλκετε εἰς δικαστήρια τοὺς ἀδελφούς. ἀπίστῳ γὰρ τοῦτο, τοῖς ἔξω κρίνεσθαι, ἐπεὶ καὶ ἀγγέλους κρινοῦμεν γέγραπται. ἐπὶ πᾶσι καὶ πρὸ πάντων οὕτως ἐστὲ τὸν ποιμένα ὁρῶντες, ὡς ἐμὲ Πέτρον, τὸν ὑπὸ θεοῦ προχειρισθέντα ὑμῖν εἰς διδάσκαλον.