Ancient Greek
Section 2
Clemens Romanus, Clementina Epitome Prior Edita Correctior 2
Not analysed yet
Ταῦτά τε καὶ τὰ τούτοις ὅμοια οὐκ οἶδα πόθεν ἀπαύστως διενθυμούμενος ἄπαυστον εἶχον ἀεὶ τὴν λύπην καὶ τοσοῦτον, ὡς ὠχριακότα̣ με τήκεσθαι· καὶ τὸ δεινότατον, εἴποτε καὶ ἀπώσασθαι τὴν περὶ τούτων φροντίδα ὡς ματαίαν ἐλογισάμην, ἀκμαιότερόν μοι μᾶλλον τὸ πάθος ἐγίνετο. καὶ ἠχθόμην ἐπὶ τούτῳ, οὐκ εἰδὼς σύνοικον καλὴν ἔχων ἔννοιαν ἀθανασίας αἰτίαν μοι γενομένην, ὡς ὕστερον ἔγνων ἀπὸ τοῦ τέλους, καὶ θεῷ τῷ πάντων ηὐχαρίστησα ποιητῇ. ὑπὸ γὰρ τῆς καταρχάς με πιεζούσης ἐννοίας ἠναγκάσθην εἰς τὴν τῶν πραγμάτων ἐλθεῖν ζήτησιν, καὶ οὓς τὴν ἀρχὴν δι’ ἄγνοιαν μακαρίζειν ἐκινδύνευον, ὕστερον ταλανίζειν οὐκ ἐπαυσάμην.