Ancient Greek
Section 29
Clemens Romanus, Clementina Epitome Prior Edita Correctior 29
Not analysed yet
Ταῦτά τε καὶ τὰ τούτοις μείζονα νομιζόμενα ἡμῖν ὑπέσχέτο, μόνον ἵνα συνόντες αὐτῷ τὸ τῆς ἐγχειρήσεως κακὸν σιωπῶμεν, ὅπως αὐτῷ τὰ τῆς ἀπάτης προκόπτῃ. καὶ ὅμως οὐ συνεθέμεθα, ἀλλὰ καὶ αὐτὸν τῆς τοιαύτης ἀπονοίας παύσασθαι συνεβουλεύσαμεν λέγοντες αὐτῷ· παῦσαι τῆς τοιαύτης τόλμης· θεὸς εἶναι οὐ δύνασαι· φοβήθητι τὸν ὄντως θεόν. γνῶθι, ὅτι ἄνθρωπος εἶ, καὶ ὅτι σοῦ μικρὸς ἐστιν ὁ τῆς ζωῆς χρόνος. κἂν μέγα πλουτήσῃς ἢ καὶ βασιλεύσῃς, τῷ μικρῷ σου χρόνῳ τῆς ζωῆς ὀλίγα τυγχάνει πρὸς ἀπόλαυσιν. καὶ ἀσεβῶς ζήσαντα αἰωνία κόλασις περιμένει. διὸ φοβεῖσθαι τὸν θεὸν συμβουλεύομεν ,ὑφ’ οὗ κριθῆναι ἔχει ἡ ἑκάστου ψυχὴ, περὶ ὧν ἔπραξεν ἐνταῦθα.