Ancient Greek · ~3 min
EPISTULA POSTERIOR EIUSDEM CLEMENTIS., Chapter 10
Clemens Romanus, Epistulae de virginitate [Sp.] 10
Not analysed yet
X. Ὁμοίως καὶ περὶ τοῦ Δαυὶδ οὐ πεπαίδευσαι, ὃν καὶ εὗρεν ὁ θεὸς ἄνδρα κατὰ τὴν καρδίαν αὐτοῦ, πῶς μορφὴν γυναικός, λέγω δὴ τῆς Βηρσαβεέ, ἐπιθυμήσας πόσοις κακοῖς περιέπεσε; ταύτην γὰρ ἰδὼν ὁ ἅγιος ἀληθῶς λουομένην, ἐν ἐπιθυμίᾳ τῆς μορφῆς αὐτῆς γενόμενος, 2. πόσην κακίαν ὁ παμμέγιστος ἀνὴρ κατειργάσατο; καὶ ἥμαρτεν εἰς θεὸν οὐ μόνον τῇ μοιχείᾳ περιπεσὼν, ἀλλὰ καὶ τὸν ἄνδρα αὐτῆς ἀναιρεθῆναι κελεύσας. ὁρᾷς, πόσην δραματουργίαν κακίας ἐτελεσιούργησε διὰ τὴν ἐπιθυμίαν ὁ χριστὸς κυρίου Δαυίδ; 3. παιδευθῶμεν τοῦ μὴ ἐπιθυμεῖν. εἰ γὰρ οἱ τηλικοῦτοι ἄνδρες διὰ γυναικῶν ἑάλωσαν, πῶς ἡμεῖς οἱ ἀνίσχυες μετὰ τῆς ἑαυτῶν πτώσεως διαπορευόμενοι καὶ ἐν μέσῳ παγίδων διαβαίνοντες ἐκφευ ξώμεθα;