Ancient Greek · ~2 min
EPISTULA POSTERIOR EIUSDEM CLEMENTIS., Chapter 8
Clemens Romanus, Epistulae de virginitate [Sp.] 8
Not analysed yet
πῶς δὲ καὶ ἡ Αἰγυπτία; οὐ τὴν μορφῆν τοῦ Ἰωσὴφ ἐπεπόθησε σαρκὸς πόθῳ τοῦ ὄντως σεμνοτάτου; καὶ τούτου μὴ ἐπινεύσαντος ἐκπληρῶσαι τὴν αὐτῆς ἐπιθυμίαν, εἰς θλίψεις καὶ ἀνάγκας διὰ τῆς ψευδηγορίας τὸν εὐσεβῆ περιέπειρεν ἕως θανάτου. 2. ὁρᾷς, ὅτι ὁ ἐνδελεχισμὸς τῆς σαρκὸς τῆς Αἰγυπτίας πόσην κατειργάσατο τῷ δικαίῳ θλίψιν; διὰ τοῦτο οὖν πᾶσι τρόποις συμφέρει ἡμῖν ἀπέχεσθαι ἀπ’ αὐτῶν. οὐ γὰρ ἔχουσι λυσιτέλειαν αἱ αὐτῶν συντυχίαι τοῖς θέλουσιν ἐν ἀληθεία τὴν ὀσφὺν περιζώσασθαι.