Ancient Greek
Section 11
Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 11
Not analysed yet
Διὸ προφήτου ἀληθῶς ὄντες μαθηταί, ἀποθέμενοι τὴν διχόνοιαν ἐξ ἧς γίνεται ἡ κακοπραξία, προθύμως τὸ εὐποιεῖν ἀναδέξασθε. εἰ δὲ περὶ τῶν εἰρημένων ἔσεσθαι ἀμφιβάλλει τις ὑμῶν, μὴ αἰδεσθεὶς ὁμολογήτω, εἴπερ τῆς αὑτοῦ φροντίζει ψυχῆς, καὶ ὑπὸ τοῦ προεστῶτος πληροφορηθήσεται. εἰ δ᾽ ὀρθῶς πεπίστευκε ,θαῤῥῶν πολιτευέσθω, ὡς μέγα καταδίκης πῦρ φεύγων καὶ εἰς ἀϊδίαν ἀγαθὴν Θεοῦ βασιλείαν εἰσερχόμενος.