Ancient Greek
Section 13
Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 13
Not analysed yet
Οἱ κατηχοῦντες πρῶτον κατηχηθέντες κατηχήτωσαν· ὅτι περὶ ψυχῆς ἀνθρώπων τὸ ἔργον· πρὸς γὰρ τὰς πολλὰς τῶν μανθανόντων γνώμας συναρμόζεσθαι δεῖ τὸν τῶν λόγων ὑφηγητήν. πολυμαθῆ οὖν καὶ ἀνεπίληπτον πέπειρόν τε καὶ δῆλον τὸν κατηχοῦντα ὡς αὐτοὶ ἔσεσθαι Κλήμεντά μετ᾽ ἐμὲ κατηχεῖν μέλλοντα. εἶναι δεῖ, ὡς αὐτοὶ ἔσεσθαι Κλήμεντα μετ᾽ ἐμὲ κατηχεῖν μέλλοντα. πολὺ γάρ ἐστιν ἐμὲ νῦν τὸ κατ᾽ εἶδος λέγειν. πλὴν ἐὰν ὁμονοήσητε, δυνήσεσθε εἰς τὸν τῆς ἀναπαύσεως ἐνεχθῆναι λιμένα, ἔνθα μεγάλου βασιλέως ἐστὶν εἰρηνικὴ πόλις.