Ancient Greek
Section 16
Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 16
Not analysed yet
Πλὴν γινώσκετε πάντες πάντων ὑμῶν πλεῖον κάμνοντα τὸν ἐπίσκοπον, ὅτι ἕκαστος ὑμῶν τὴν αὑτοῦ θλῖψιν πάσχει, αὐτὸς δὲ τὴν αὑτοῦ καὶ τὴν ἑκάστου. διό, ὦ Κλήμης, ἑκάστῳ κατὰ τὸ δυνατὸν προκαθέσθητι βοηθός, τὰς πάντων φορτισθεὶς φροντίδας. ὅθεν τό σε οἰκονομεῖν ἀναδέξασθαι, χάριν οἶδα εἰληφὼς οὐ δεδωκώς ἀλλὰ θάῤῥει καὶ γενναίως φέρε, ὡς εἰδὼς ὅτι ἀποδώσει σοι ὁ Θεὸς εἰς τὸν λιμένα τῆς ἀναπαύσεως καταιτήσαντι τὸ μέγιστον τῶν ἀγαθῶν, ἀναφαίρετον μισθὸν, καθ᾽ ὅτι ὑπὲρ τῆς τῶν πάντων σωτηρίας τὸν μείζονα ἀνεδέξω κάματον. ὥστε ἐάν σε πολλοὶ τῶν ἀδελφῶν διὰ τὴν ἔπακρον δικαιοσύνην μισήσουσιν, τὸ αὐτῶν μὲν μῖσος οὐδέν σε βλάψει, ἡ δὲ τοῦ δικαίου Θεοῦ φιλία πολύ σε ὠνήσει. ὥστε πειρῶ τὸν ἐξ ἀδικίας γινόμενον ἔπαινον ἀποσείεσθαι, διὰ δὲ δικαίαν διοίκησιν τὸν ἐκ Χριστοῦ ἐπωφελῆ θηρεύειν ἔπαινον.