Ancient Greek
Section 6
Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 6
Not analysed yet
Ἐπεὶ ἐὰν βιωτικαῖς μερίμναις ἀσχοληθῇς, καὶ σεαυτὸν καὶ τοὺς ἀκροατὰς ἐνεδρεύσεις· τὰ γὰρ συμφέροντα ἐφοδιάζειν διὰ τὴν ἀσχολίαν οὐ δυνηθεὶς καὶ σὺ ὡς μὴ διδάξας τὸ συμφέρον κολασθήσῃ, οἱ δὲ μὴ μαθόντες ἀγνοίας αἰτίᾳ ἀπολοῦνται. διὸ σὺ μὲν αὐτὸς εὐσχολῶν προκαθέσθητι, πρὸς τὸ εὐκαίρως παρέχειν τοὺς σώζειν αὐτοὺς δυναμένους λόγους. καὶ οὕτως ἐπακουσάτωσάν σου, εἰδότες ὅτι ὁ τῆς ἀληθείας πρεσβύτης ὃ ἂν δήσῃ ἐπὶ γῆς, δέδεται καὶ ἐν οὐρανῷ, ὅ δ᾽ ἂν λύσῃ, λέλυται. σὺ δὲ δήσεις ἅ δεῖ δεθῆναι καὶ λύσεις ἅ δεῖ λυθῆναι. καὶ τὰ μὲν κατὰ σὲ τὸν προεστῶτα ταῦτά ἐστιν καὶ τὰ τούτοις ὅμοια.