Ancient Greek
Section 8
Clemens Romanus, Ἐπιστολὴ Κλήμεντος πρὸς Ἰάκωβον 8
Not analysed yet
Διὸ πρὸ πάντων περὶ σωφροσύνης φροντίζετε· λίαν γὰρ παρὰ τῷ Θεῷ χαλεπὴ ὥρισται ἡ πορνεία. πορνείας δὲ εἴδη πολλά, ὡς καὶ αὐτὸς Κλήμης ὑμῖν διηγήσεται. πλὴν πρώτη μοιχεία ἐστὶ τὸν ἄνδρα μὴ ἰδίᾳ μόνῃ χρήσασθαι γυναικὶ καὶ γυναῖκα μὴ ἰδίῳ μόνῳ χρήσασθαι ἀνδρί. ἐὰν σώφρων ᾖ τις, καὶ φιλάνθρωπος γενέσθαι δύναται, οὗ εἵνεκεν ἐλέους αἰωνίου τεύξεται. ὡς δὲ ἡ μοιχεία μέγα κακόν, οὕτως ἡ φιλανθρωπία μέγιστον ἀγαθόν. διὸ ἀγαπᾶτε πάντας ὑμῶν τοὺς ἀδελφοὺς σεμνοῖς καὶ ἐλεήμοσιν ὀφθαλμοῖς, τοῖς μὲν ὀρφανοῖς ποιοῦντες τὰ γονέων, ταῖς δὲ χήραις τὰ ἀνδρῶν, παρέχοντες μετὰ πάσης εὐφροσύνης τὰς τροφάς τοῖς ἀκμαίοις τοὺς γάμους ,καὶ τοῖς αὐτῶν ἀτέχνοις διὰ τῶν ἐπιτηδευμάτων ἐννοούμενοι τὰς προφάσεις τῆς ἀναγκαίας τροφῆς· τεχνίτῃ ἔργον, ἀδρανεῖ ἔλεος.