Ancient Greek
Chapter 10
Clemens Romanus, Ὁμίλαι 10.22
Not analysed yet
Τὸ μὲν δὴ πρῶτον, εἰ ὡς ἔμπνοα ὄντα σέβεσθε αὐτά, καὶ αἰωνίων ἀρχαίων τάφους προσκυνεῖτε, τῶν ὁμολογουμένων ὡς οὐδὲ πνεῦμα θεῖον ἐσχηκότων. οὕτως οὐδὲ κατὰ τοῦτο ἀληθεύετε. πλὴν εἰ ὄντως ἔμπνοα ἦν τὰ σεβάσματα ὑμῶν, ἀφ᾽ ἑαυτῶν ἄν ἐκινεῖτο, φωνὴν ἄν εἶχεν, τὴν ἐπ᾽ αὐτοῖς ἀράχνην ἀπεσείετο, τοὺς αὐτοῖς ἐπιβουλεῦσαι θέλοντας καὶ κλέπτοντας ἀπεωθεῖτο ἄν, τοὺς τὰ ἀναθήματα ἀποσυλῶντας συνελάμβανεν ἂν ῥᾳδίως. νῦν δὲ τούτων οὐδὲν ποιοῦσιν, ἀλλ᾽ ὡς κατάδικοι, καὶ μάλιστα οἱ τιμιώτεροι αὐτῶν, φρουροῦνται, ὡς καὶ τὴν ἀρχὴν εἰρήκαμεν. τί δὲ οὐ φόρους καὶ τέλη ὑπὲρ αὐτῶν ἀπαιτοῦσιν ὑμᾶς οἱ δυνάσται, ὡς πολλὰ καρπιζομένους τῶν ἐκεῖ; τί δὲ οὐ πολλάκις ὑπὸ πολεμίων διηρπάγησαν, καὶ συντριβέντες διενεμήθησαν; οὐχὶ καὶ τῶν ἔξω θρησκευόντων αὐτοὶ πλέον οἱ ἱερεῖς, ἐπὶ τῇ ἀχρήστῳ θρησκείᾳ ἑαυτῶν κατεγνωκότες, τῶν ἀναθημάτων πολλὰ ὑφαιροῦνται;