Ancient Greek
Chapter 10
Clemens Romanus, Ὁμίλαι 10.23
Not analysed yet
Ναί φησιν, ἀλλὰ προνοίᾳ αὐτῶν ἐφωράθησαν. ψεῦδός ἐστιν. πόσοι γὰρ οὐκ ἐφωράθησαν αὐτῶν; εἰ δὲ διὰ τὸ ἐνίους συνειλῆφθαι δύναμιν αὐτοὺς ἔχειν λέγουσιν, πεπλάνηνται. καὶ γὰρ τῶν τυμβωρύχων τινὲς μὲν εὑρίσκονται, τινὲς δὲ λανθάνουσιν, καὶ οὐ δήπου γε τῇ τῶν νεκρῶν δυνάμει οἱ συλληφθέντες ἐφωράθησαν. τοιοῦτόν τι καὶ περὶ τοὺς κλεπτομένους καὶ συλωμένους θεοὺς ἔστιν ἡμῖν νοεῖν. ἀλλά, φησίν, οὐ πεφροντίκασιν τῶν ξοάνων αὑτῶν οἱ ἐν αὐτοῖς ὄντες θεοί. τί οὖν αὐτὰ ὑμεῖς τημελεῖτε σμήχοντες καὶ πλύνοντες καὶ καθαίροντες, στεφανοῦντες, ἐπιθύοντες; διόπερ ἐντεῦθεν συννοήσατε μηδὲ ὀρθῷ λογισμῷ ποιοῦντες. ὡς γὰρ τοῖς νεκροῖς ἐπικλαίετε, οὕτω καὶ τοῖς θεοῖς ὑμῶν ἐπιθύετε καὶ σπένδετε.