Ancient Greek
Chapter 10
Clemens Romanus, Ὁμίλαι 10.5
Not analysed yet
Πεῖσαι οὖν ἑαυτοὺς πρὸς τὰ συμφέροντα δυνήσεσθε, ἐάνπερ τῷ ἐμφωλεύοντι ἐν τῇ ὑμετέρᾳ καρδίᾳ δεινῷ ὄφει ὥσπερ ἐπᾴδοντες λέγητε· Κύριον τὸν Θεὸν φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ἐκ παντὸς οὖν λογισμοῦ συμφέρει τὸ αὐτὸν μόνον φοβεῖσθαι, οὐχ ὡς ἄδικον, ἀλλ᾽ ὡς δίκαιον. καὶ γὰρ ἄδικόν τις φοβεῖται, μὴ ἀδίκως ἀναιρεθῇ, καὶ τὸν δίκαιον, μὴ ἁμαρτίᾳ φωραθεὶς τιμωρηθῇ. δύνασθε οὖν ἐν τῷ πρὸς αὐτὸν φόβῳ πολλῶν τῶν ἐπιβλαβῶν ἀπαλλαγῆναι φόβων. ἕνα γὰρ τὸν πάντων κύριον καὶ ποιητὴν ἐὰν μὴ φοβῆσθε, πάντων τῶν κακῶν δοῦλοι ἐπὶ τῇ ἑαυτῶν βλάβῃ ἔσεσθε, λέγω δὲ δαιμόνων καὶ παθημάτων καὶ παντὸς ᾧ δή τινι τρόπῳ βλάπτειν δυναμένου.