Ancient Greek
Chapter 10
Clemens Romanus, Ὁμίλαι 10.6
Not analysed yet
Θαρσήσαντες οὖν πρόσιτε τῷ Θεῷ, οἱ τὴν ἀρχὴν ἐπὶ τῷ πάντων ἄρχειν καὶ κυριεύειν γεγενημένοι, οἵ τινες ἔχετε αὐτοῦ ἐν μὲν τῷ σώματι τὴν εἰκόνα, ὁμοίως τε ἔχετε ἐν τῷ νῷ τῆς γνώμης τὴν ὁμοιότητα. ἐπεὶ οὖν ἀλόγοις ζώοις ἐοικότα πράξαντες ἐκ τῆς ψυχῆς τὴν ἀνθρώπου ψυχὴν ἀπωλέσατε, ὥσπερ χοῖροι γενόμενοι δαιμόνων αἰτήματα ἐγένεσθε. ἐὰν οὖν τοῦ Θεοῦ νόμον ἀναδέξησθε, ἄνθρωποι γίνεσθε. οὐ γὰρ οἷον ἀλόγοις ζώοις ἔστιν εἰπεῖν· οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις καὶ τὰ ἑξῆς. διὸ μὴ φθονήσητε ἑαυτοῖς εἰς τὴν πρώτην ἀνακαλούμενοι εἰσελθεῖν εὐγένειαν. δυνατὸν γάρ ἐστιν, ἐὰν τῷ Θεῷ διὰ τῶν ἀγαθῶν πράξεων ἐξομοιωθῆτε. καὶ διὰ τὴν ὁμοιότητα υἱοὶ ἐκείνου εἶναι λογισθέντες πάντων δεσπόται ἀποκαταστῆναι δυνήσεσθε.