Ancient Greek
Chapter 11
Clemens Romanus, Ὁμίλαι 11.20
Not analysed yet
Καὶ μή τις λεγέτω· πῶς τοῦτο δίκαιον, χωρίζεσθαι γονεῖς τέκνων καὶ τέκνα γονέων; δίκαιον καὶ πάνυ. εἰ γὰρ συνόντες, μετὰ τοῦ μηδὲν αὐτοὺς ὠφελεῖν, καὶ συναπώλλυντο αὐτοῖς, πῶς οὐ δίκαιον, χωρισθῆναι τὸν σώζεσθαι θέλοντα ἀπὸ τοῦ μὴ θέλοντος, συναπολέσθαι δὲ βουλομένου; πρὸς τούτοις οὐδὲ αὐτοὶ οἱ τὸ κρεῖττον νενοηκότες χωρισθῆναι ἤθελον, ἀλλὰ συνεῖναι καὶ ὠφελεῖν αὐτοὺς τῇ τῶν κρειττόνων ὑφηγήσει, ὅθεν οἱ ἀπειθεῖς ἐπακούειν αὐτῶν μὴ θέλοντες αὐτοὶ αὐτοὺς ἐπολέμουν, χωρίζοντες, διώκοντες, μισοῦντες. οἱ δὲ ταῦτα πάσχοντες, ἐλεοῦντες ἑαυτοὺς ὑπ᾽ ἀγνοίας ἐνεδρευομένους, διδασκαλίᾳ φρονήσεως ηὔχοντο ὑπὲρ τῶν κακὰ αὑτοὺς διατιθεμένων, τὴν ἄγνοιαν τοῦ ἁμαρτήματος αἰτίαν εἶναι μεμαθηκότες. αὐτὸς γὰρ ὁ διδάσκαλος προσηλωθεὶς ηὔχετο τῷ πατρὶ, τοῖς αὑτὸν ἀναιροῦσιν ἀφεθῆναι τὸ ἁμάρτημα εἰπών· πάτερ, ἄφες αὐτοῖς τὰς ἁμαρτίας αὐτῶν, οὐ γὰρ οἴδασιν ἃ ποιοῦσιν. μιμηταὶ οὖν γινόμενοι τοῦ διδασκάλου καὶ αὐτοί, ἐν οἷς ἔπασχον, ὑπὲρ τῶν διατιθεμένων ηὔχοντο, ὡς ἐδιδάχθησαν. οὕτως οὐ γονεῖς μισοῦντες ἐχωρίζοντο, ὁπότε καὶ ὑπὲρ τῶν μὴ γονέων μηδὲ συγγενῶν, ἐχθρῶν δὲ γενομένων, ἐποίουν συνεχεῖς εὐχὰς καὶ ἀγαπᾶν πειρῶνται ὡς ἐκελεύσθησαν.