Ancient Greek
Chapter 11
Clemens Romanus, Ὁμίλαι 11.21
Not analysed yet
Εἴπατε δέ μοι ὑμεῖς, πῶς τοὺς γονεῖς ἀγαπᾶτε; εἰ μὲν ὡς τὸ δίκαιον ἀεὶ σκοποῦντες, συνεύχομαι, εἰ δὲ ὡς ἔτυχεν ,οὐκέτι, δύνασθε γὰρ καὶ μικρᾷ προφάσει τούτων γενέσθαι ἐχθροί. εἰ δὲ εἰδότες ἀγαπᾶτε, εἴπατε ἡμῖν, τί ἐστιν γονεῖς. ἐρεῖτε· γένους ἀρχηγέται. διὰ τί οὖν τὸ τῶν ὅλων γένος οὐκ ἠγαπήσατε, εἴπερ δικαίῳ φρονήματι τοῦτο ποιεῖν ἐπανείλεσθε; ἀλλ᾽ ἔτι καὶ νῦν ἐρεῖτε· οὐχ ἑωράκαμεν αὐτόν. διὰ τί οῦν μὴ ζητήσαντες τὰ ἀναίσθητα κολακεύετε; τί δέ; εἰ καὶ δύσκολον ἦν ὑμῖν γνῶναι τί Θεός, τὸ μέντοι τί οὐ Θεός, μὴ εἰδέναι οὐκ ἐδύνασθε, ἵνα λογίσησθε ὅτι Θεός ἐστιν οὐ ξύλον, οὐ λίθος, οὐ χαλκὸς, οὐκ ἄλλο τι ἐκ φθαρτῆς γεγονὸς ὕλης.