Ancient Greek
Chapter 11
Clemens Romanus, Ὁμίλαι 11.28
Not analysed yet
Πλὴν τούτοις συνεισφέρειν δεῖ τί ποτε, ὅ κοινότητα πρὸς ἀνθρώπους μὲν οὐκ ἔχει, ἴδιον δὲ θρησκείας Θεοῦ τυγχάνει. λέγω δὴ τὸ καθαρεύειν, τὸ ἐν ἀφέδρῳ οὔσῃ τῇ ἰδίᾳ γαμετῇ μὴ κοινωνεῖν, ὅτι τοῦτο ὁ Θεοῦ κελεύει νόμος. τί δέ, εἰ μὴ καὶ τῇ τοῦ Θεοῦ θρησκείᾳ τὸ καθαρεύειν ἀνέκειτο, ὑμεῖς ὡς οἱ κάνθαροι ἡδέως ἀνεκυλίεσθε. διὸ ὡς ἄνθρωποι ἔχοντές τι πλεῖον τῶν ἀλόγων ζώων, τὸ λογικὸν εἷναι, τὴν μὲν καρδίαν τῶν κακῶν ἐρανιῶ καθάρατε λογισμῷ, λουτρῷ δὲ πλύνατε τὸ σῶμα. κατὰ γὰρ τὰ ἀληθῆ τὸ καθαρεύειν, οὐχ ὡς ὅτι προηγεῖται τῆς κατὰ τὴν καρδίαν καθάρσεως ἡ τοῦ σώματος ἁγνεία, ἀλλ᾽ ὡς ὅτι ἕπεται τῷ ἀγαθῷ τὸ καθάριον. καὶ γὰρ ὁ διδάσκαλος ἡμῶν ἐνίους τῶν ἐν ὑμῖν Φαρισαίων καὶ γραμματέων, οἵ εἰσιν ἀφωρισμένοι καὶ τὰ νόμιμα ὡς γραμματεῖς τῶν ἄλλων πλεῖον εἰδότες, ὅμως διήλεγχεν αὐτοὺς ὡς ὑποκριτάς, ὅτι μόνα τὰ ἀνθρώποις φαινόμενα ἁγνεύοντες τὰ τῆς καρδίας καθαρὰ καὶ Θεῷ μόνῳ ὁρώμενα παρελίμπανον.