Ancient Greek
Chapter 11
Clemens Romanus, Ὁμίλαι 11.29
Not analysed yet
Ῥητῇ οὖν ταύτῃ φωνῇ ἐχρήσατο, τὰ ἀληθῆ πρὸς τοὺς ὑποκριτὰς αὐτῶν, οὐ πρὸς πάντας. ἐνίων γὰρ καὶ ἐπακούειν ἔλεγεν, ὅτι τὴν Μωυσέως ἐπιστεύθησαν καθέδραν. πλὴν πρὸς τοὺς ὑποκριτὰς ἔλεγεν· οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔξωθεν, ἔσωθεν δὲ γέμει ῥύπους. Φαρισαῖου τυφλέ, καθιάρισον πρῶτον τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔσωθεν, ἵνα γένηται καὶ τὰ ἔξω αὐτῶν καθαρά. καὶ ἀληθῶς. φωτισθέντος γὰρ τοῦ νοῦ τῇ γνώσει ὁ μαθὼν δύναται ἀγαθὸς εἶναι, ᾧ παρέπεται τὸ καθαρὸν γενέσθαι. ἐκ τῆς ἔσω γὰρ διανοίας ἡ τοῦ ἔξω σώματος ἀγαθὴ γίνεται πρόνοια. ὡς ἀπό γε τῆς κατὰ τὸ σῶμα ἀναισθησίας τῆς διανοίας πρόνοια γενέσθαι οὐ δύναται, οὕτως ὁ καθαρὸς καὶ τὸ ἔξω καὶ τὸ ἔσω καθάραι δύναται, ὁ δὲ τὰ ἔξω καθαίρων ,πρὸς ἀνθρώπων τὸν ἔπαινον ἀφορῶν τοῦτο ποιεῖ, καὶ ἐπαίνῳ τῶν ἱστορούντων παρὰ τῷ Θεῷ οὐδὲν ἔχει.