Ancient Greek
Chapter 12
Clemens Romanus, Ὁμίλαι 12.23
Not analysed yet
Ὁ δὲ Πέτρος ἔφη· ἔα, τί ποιεῖς τέκνον Κλήμης, ἀποσειόμενος τὴν σὴν ὄντως τεκοῦσαν; ἐγὼ δὲ τοῦτο ἀκούσας περίδακρυς γενόμενος καὶ καταπεσούσῃ τῇ τεκούσῃ προσπεσὼν κατεφίλουν. καὶ γὰρ ἅμα τῷ ῥηθῆναί μοι τοῦτο ἀμαυρῶς πως τὸ εἶδος ἀνεκαλούμην. πολλοὶ μὲν οὖν ὄχλοι συνέτρεχον ἱστορῆσαι τὴν προσαιτήτριαν γυναῖκα, λέγοντες ἀλλήλοις, ὅτι αὐτὴν ἐπέγνω ὁ υἱός, ἀνὴρ ἀξιόλογος. βουλομένοις οὖν ἡμῖν ἐξαυτῆς σὺν τῇ μητρὶ τῆς νήσου ἐκβαίνειν ἡ μήτηρ ἔφη· τέκνον μοι ποθεινόν, εὔλογόν ἐστιν ἀποτάξασθαι τῇ ὑποδεξαμένῃ με γυναικί, ἥτις πενιχρὰ οὖσα καὶ ὅλη παρειμένη ἐπὶ τῆς οἰκίας ἔῤῥιπται. ὁ δὲ Πέτρος ἀκούσας ἐθαύμαζεν, καὶ πάντες οἱ περιεστῶτες ὄχλοι, τῆς γυναικὸς τὸ ἀγαθὸν φρόνημα. καὶ εὐθέως ἐκέλευσεν ὁ Πέτρος τισὶν πορευθῆναι καὶ τὴν γυναῖκα ἐπὶ κλίνης κομίσαι. καὶ ὁμῶς ἐνεχθείσης καὶ τεθείσης τῆς κλίνης, πάντων τῶν ὄχλων ἀκουόντων ἔφη ὁ Πέτρος· εἰ ἀληθείας κήρυξ ἐγὼ τυγχάνω, εἰς τὴν τῶν παρεστώτων πίστιν, ἵνα γνῶσιν ὅτι εἷς ἐστιν Θεός, ὁ τὸν κόσμον ποιήσας, ἐξαυτῆς ἐγερθήτω ὑγιής. καὶ ἅμα τῷ εἰπεῖν Πέτρον ταῦτα ἡ γυνὴ ἠγέρθη ὑγιασθεῖσα, καὶ τῷ Πέτρῳ προσέπεσεν, καὶ τὴν συνήθη φίλην καταφιλήσασα ἐπυνθάνετο τί εἴη τοῦτο. ἡ δὲ ὅλον αὐτῇ τὸ πρᾶγμα τοῦ ἀναγνωρισμοῦ συντόμως διηγήσατο, καὶ οἱ ἀκούσαντες κατεπλάγησαν. τότε καὶ ἡ μήτηρ τὴν ξενοδόχον θεραπευθεῖσαν ἱστορήσασα παρεκάλει καὶ αὐτὴ ἰάσεως τυχεῖν. ὁ δὲ ἐπιθεὶς τὴν χεῖρα καὶ αὐτὴν ἐθεράπευσεν.