Ancient Greek
Chapter 12
Clemens Romanus, Ὁμίλαι 12.24
Not analysed yet
Καὶ εἶθ’ οὕτως ὁ Πέτρος περὶ Θεοῦ καὶ τῆς αὐτῷ διαφερούσης θρησκείας ὁμιλήσας, προσθεὶς ἐπὶ τέλει, ὅτι εἴ τις βούλεται ταῦτα ἀκριβῶς μαθεῖν, εἰς Ἀντιόχειαν, ὅπου πλειόνων ἡμερῶν περιμένειν ἔκρινα, ἐλθὼν τὰ πρὸς τὴν αὑτοῦ σωτηρίαν μανθανέτω. οὐ γὰρ δὴ εἰ ἐμπορίας ἕνεκα ἢ στρατείας πατρίδας καταλιμπάνειν οἵδατε καὶ εἰς μακροὺς ἀπέρχεσθαι τόπους, διὰ δὲ αἰώνιον σωτηρίαν μηδὲ τριῶν ἡμερῶν ὁδὸν πορευθῆναι θελήσετε. μετὰ μὲν οὖν τὴν προσομιλίαν Πέτρου ἐγὼ τῇ ὑγιασθείσῃ γυναικὶ ἐπὶ παντὸς τοῦ ὄχλου χιλίας δραχμὰς εἰς τροφὰς ἐδωρησάμην, παραθέμενος αὐτὴν ἀγαθῷ τινι ἀνδρί, πρώτῳ τῆς πόλεως ὄντι, φύσει μετὰ χαρᾶς τοῦτο ποιεῖν προῃρημένῳ. ἔτι δὲ καὶ ἄλλοις πολλοῖς ἀργύρια διανείμας, ταῖς ποτε τὴν μητέρα παραμυθησαμέναις εὐχαριστήσας, διέπλευσα εἰς Ἀντάραδον, ἅμα τῇ μητρὶ καὶ Πέτρῳ καὶ τοῖς λοιποῖς ἑταίροις· καὶ οὕτως εἰς τὴν ξενίαν ὡρμήσαμεν.