Ancient Greek
Chapter 12
Clemens Romanus, Ὁμίλαι 12.5
Not analysed yet
Κᾀγὼ ἀπεκρινάμην· μὴ τοίνυν νομίσῃς, κύριε, ὅτι τὰ λύπης πάσχειν ἤμελλον ἀνοήτως, ἀλλὰ καὶ πάνυ ὀρθῷ τινι λογισμῷ. ἐπεὶ γάρ σε, κύριέ μου, ἀντὶ πάντων ἔχω, πατρός τε καὶ μητρὸς καὶ ἀδελφῶν καὶ συγγενῶν, αἴτιόν μοι γενόμενον διὰ τὸν Θεὸν τῆς σωζούσης ἀληθείας, ἀντὶ πάντων ἔχων σε παραμυθίας τῆς μεγίστης τυγχάνω. πρὸς τούτοις ,δεδιώς μου καὶ τῆς ἀκμῆς τὴν ἐκ φύσεως ἐπιθυμίαν, ἠγωνίων, μή πως ἀπολειφθείς σου, ἄνθρωπος ὤν νεώτερος, ὅσπερ νῦν οὕτως ἐνστάσεως ἔχω, ὡς ἄν μὴ κατά τινα χόλον Θεοῦ ἀποστῆναί σου ἀδύνατον εἶναι, ἥττων ἐπιθυμίας ἔσομαι. ἀλλ᾽ ἐπειδὴ πολλῷ ἄμεινον καὶ ἀσφαλέστερον συνεῖναί μέ σοι, τούτῳ, ᾧ ὁ νοῦς μου αἰδεῖσθαι εὐλόγως προείληφεν, διὸ πάντῃ σοι συνεῖναι εὔχομαι· πρὸς τούτοις δὲ μέμνημαί σου ἐν Καισαρείᾳ εἰπόντος· εἴ τις βούλεταί μοι συνοδεῦσαι, εὐσεβῶς συνοδευέτω. εὐσεβῶς δὲ ἔφης, τὸ μηδένα λυπεῖν κατὰ Θεόν, οἷον ἀπολιπόντα γονεῖς, γυναῖκα ὁμόφρονα, ἢ ἑτέρους τινὰς τῇ θεοσεβείᾳ προσκειμένους. ὅθεν ἐγὼ κατὰ πάντα ἐπιτήδειός εἰμί σοι συνοδοιπόρος, ᾧ εἰ καὶ τὰ μέγιστα χαρίζῃ, τὰς δούλων μοι ὑπηρεσίας συγχωρεῖς ποιεῖν.