Ancient Greek
Chapter 12
Clemens Romanus, Ὁμίλαι 12.6
Not analysed yet
Καὶ ὁ Πέτρος ἀκούσας γελοίαζων ἔφη· τί οὖν οἴει, Κλήμης, μὴ ὑπ᾽ αὐτῆς ἀνάγκης σε εἰς δούλων μοι ταγῆναι τόπον; ἐπεὶ τίς τὰς καλὰς καὶ πολλὰς σινδόνας μετὰ τῶν ἑπομένων μοι δακτυλίων καὶ ὑποδήσεων φυλάξει; τίς δὲ καὶ τὰ ἡδέα καὶ πολυτελῆ ὄψα προετοιμάσει, ἅ τινα ποικίλα ὄντα πολλῶν καὶ τεχνιτῶν δεῖται μαγείρων, καὶ πάντα ἐκεῖνα ὅσα ἐκτεθηλυμένων ἀνθρώπων ὡς θηρίῳ μεγάλῳ τῇ ἐπιθυμίᾳ ἐκ πάσης πλεονεξίας πορισθέντα ἑτοιμάζεται; πλὴν ἡ τοιαύτη σε προαίρεσις ὑπεισῆλθεν, ἴσως μὴ συνέντα καὶ τὸν ἐμὸν ἀγνοοῦντα βίον, ὅτι ἄρτῳ μόνῳ καὶ ἐλαίαις χρῶμαι, καὶ σπανίως λαχάνοις, καὶ ὅτι ἱμάτιόν μοι καὶ τριβώνιον ὑπάρχει τοῦτο αὐτὸ ὅ περιβέβλημαι, καὶ ἑτέρου χρείαν οὐκ ἔχω οὐδὲ ἄλλων τινῶν. ἐν γὰρ τούτοις καὶ περισσεύομαι. ὁ νοῦς γάρ μου τὰ ἐκεῖ πάντα ὁρῶν αἰώνια ἀγαθὰ οὐδὲν τῶν ἐνταῦθα περιβλέπεται. πλήν σου μὲν τὴν ἀγαθὴν προαίρεσιν ἀποδέχομαι, καὶ θαυμάζων ἐπαινῶ, πῶς ἀνὴρ ἐκ πολυτελῶν ἐθῶν ὑπάρχων ῥᾳδίως τοῖς ἀναγκαίοις τὸν σεαυτοῦ ὑπήλλαξας βίον. ἡμεῖς γὰρ ἐκ παίδων, ἐγώ τε καὶ Ἀνδρέας ὁ σύναιμος καὶ κατὰ Θεὸν ἀδελφὸς ὤν ἐμός, οὐ μόνον ἐν ὀρφανίᾳ ἀνατραφέντες, ἀλλὰ καὶ ὑπὸ πενίας καὶ κακουχίας εἰς ἐργασίαν ἐθισθέντες, εὐμαρῶς νῦν τὰς τῶν ὁδῶν φέρομεν σκύλσεις. ὅθεν εἰ ἐπείθου μοι, ἐμοὶ ἄν συγκεχωρήκεις, ἀνδρὶ ἐργάτῃ, σοὶ τὰ δούλων ἀποπληροῦν μέρη.