Ancient Greek
Chapter 14
Clemens Romanus, Ὁμίλαι 14.12
Not analysed yet
Ἀμφοτέρων οὖν σιωπώντων ἔφην· ἐπειδὴ τὸ μάθημα ἀκριβῶς ἐπίσταμαι, ὁ δὲ κύριος καὶ ὁ πατὴρ οὐχ οὕτως, ἤθελον, εἰ αὐτὸς Ἀννουβίων παρῆν, ἐπὶ τοῦ πατρὸς ἐποιησάμην λόγον. οὕτω γὰρ ἂν τὸ πρᾶγμα εἰς φανερὸν ἐλθεῖν ἠδύνατο, τεχνίτου πρὸς ὁμότεχνον τὴν ζήτησιν ἐσχηκότος. καὶ ὁ πατὴρ ἀπεκρίνατο· ποῦ οὖν δυνατόν ἐστιν Ἀννουβίωνι συντυχεῖν; καὶ ὁ Πέτρος ἔφη· ἐν Ἀντιοχείᾳ, ἐκεῖ γὰρ μανθάνω Σίμωνα τὸν μάγον ὄντα, ᾧ Ἀννουβίων παρεπόμενος ἀχώριστός ἐστιν. ὡς ἂν οὖν ἐκεῖ γενώμεθα, ἐάν γε καταλάβωμεν αὐτοὺς, ἡ ζήτησις γενέσθαι δύναται. καὶ ὁμῶς πολλὰ διαλεχθέντες καὶ ἐπὶ τῷ ἀναγνωρισμῷ χαρέντες καὶ Θεῷ εὐχαριστήσαντες, ἑσπέρας ἐπικαταλαβούσης εἰς ὕπνον ἐτράπημεν.