Ancient Greek
Chapter 15
Clemens Romanus, Ὁμίλαι 15.1
Not analysed yet
Ὄρθρου δὲ γενομένου ὁ πατὴρ μετὰ τῆς μητρὸς ἡμῶν καὶ τῶν τριῶν υἱῶν εἰσελθὼν, ἔνθα ὁ Πέτρος ἦν, προσαγορεύσας ἐκαθέσθη, ἔπειτα καὶ ἡμεῖς, αὐτοῦ κελεύσαντος. καὶ ὁ Πέτρος τῷ πατρὶ προσεμβλέψας ἔφη· σπεύδω ὁμόφρονά σε γενέσθαι γυναικὶ καὶ τέκνοις, ὅπως αὐτοῖς καὶ ἐνταῦθα ὁμοδίαιτος ᾖς, κἀκεῖ μετὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος συνόντα ἄλυπον ἔσεσθαι. ἢ γὰρ οὐ τὰ μεγιστά σε λυπεῖ καὶ αὐτοὺς τὸ μὴ ἀλλήλοις συνεῖναι; καὶ ὁ πατήρ· καὶ πάνυ γε. καὶ ὁ Πέτρος· εἰ οὖν ἐνταῦθα τὸ ἀλλήλων κεχωρίσθαι λυπεῖ, μετὰ θάνατον πάντως ὀφειλόμενον ὑμῖν μετ᾽ ἀλλήλων μὴ εἶναι, πόσῳ γε μᾶλλον οὐ λυπήσει, σὲ μὲν ἄνδρα σοφὸν ὄντα τῷ τῆς γνώμης λόγῳ σου τῶν σῶν κεχωρίσθαι, αὐτοὺς δὲ πολὺ μᾶλλον ὀδυνᾶσθαι τῷ εἰδέναι, ὅτι σε ἄλλα φρονοῦντα αἰώνιος μένει κόλασις, ῥητοῦ δόγματος ἀποφάσει;