Ancient Greek
Chapter 14
Clemens Romanus, Ὁμίλαι 14.8
Not analysed yet
Ταῦτα τοῦ γέροντος εἰπόντος σύνοιδα, ὅτι ὅν ἔλεγεν τεθνάναι γέροντα, αὐτὸς ἦν, ἐξ ὧν ἔλεγεν, ὁ ὑμέτερος πατήρ. οὐκ ἐβουλήθην οὖν τὸ καθ᾽ ὑμᾶς αὐτῷ συναντιβαλεῖν, μέχρις ἄν ὑμῖν προσανάθωμαι. πλὴν τὰ κατὰ τὴν ξενίαν αὐτοῦ καταμαθὼν καὶ τὴν ἐμὴν μηνύσας, ἀκριβείας ἕνεκα, τοῦτο μόνον ἐπυθόμην, τί ὄνομα τῷ γέροντι; ὁ δὲ ἔφη, Φαῦστος. τί δὲ τοῖς διδύμοις υἱοῖς; ὁ δὲ ἀπεκρίνατο, Φαυστῖνος καὶ Φαυστινιανός. τί δὲ τῷ τρίτῳ υἱῷ; ὁ δὲ εἶπεν, Κλήμης. τί δὲ τῇ τούτων μητρὶ ὄνομα; ὁ δὲ ἔφη, Ματτιδία. ὑπὸ συμπαθείας οὖν ἐγὼ σύνδρακρυς γενόμενος, ἀπολύσας τοὺς ὄχλους ἦλθον πρὸς ὑμᾶς, ἵνα μετὰ τὴν ἁλῶν κοινωνίαν ταῦτα προςανάθωμαι ὑμῖν. πρὸ δὲ τοῦ ἁλῶν μεταλαβεῖν εἰπεῖν ὑμῖν οὐκ ἐβουλήθην, μή πως ὑπὸ λύπης νικηθέντες ἐν τῇ τοῦ βαπτίσματος ἡμέρᾳ πενθοῦντες διατελέσητε, ὁπότε καὶ ἄγγελοι χαίρουσιν. ταῦτα τοῦ Πέτρου λέγοντος ἐδακρύομεν οἱ πάντες μετὰ τῆς μητρός. ὁ δὲ δακρύοντας ἡμᾶς ἰδὼν ἔφη· νῦν ἕκαστος ὑμῶν φόβῳ τῷ πρὸς τὸν Θεὸν γενναίως φερέτω τὰ λεχθέντα. οὐ γὰρ δὴ σήμερον ὑμῖν ἐτελεύτησεν ὁ πατήρ, ἀλλὰ καὶ ἔκπαλαι, ὡς ὑμεῖς στοχαζόμενοι εἰρήκατε.