Ancient Greek
Chapter 14
Clemens Romanus, Ὁμίλαι 14.9
Not analysed yet
Ταῦτα τοῦ Πέτρου εἰπόντος, ἡ μήτηρ μὴ φέρουσα βοῶσα ἔφη· οἴμοι ἄνερ, ἡμᾶς ἀγαπῶν κρίσει ἐτελεύτησας, ἡμεῖς δὲ ζῶντες φῶς ὁρῶμεν, καὶ τροφῆς μεταλαμβάνομεν. οὕπω δὲ τῆς μιᾶς ταύτης ὀλολυγῆς παυσαμένης, ἰδοὺ ὁ γέρων εἰσῄει, καὶ ἅμα τῷ βούλεσθαι αὐτὸν τῆς κραυγῆς τὴν αἰτίαν πυνθάνεσθαι, εἰς τὴν γυναῖκα ἐμβλέψας ἔφη· οἴμοι τί θέλει τοῦτο εἶναι; τίνα ὁρῶ; προσελθὼν δὲ καὶ ἀκριβέστερον ἐνιδὼν καὶ ὁραθεὶς περιεπλέκετο. οἱ δὲ ὑπὸ χαρᾶς αἰφνιδίου διεφώνουν ἀμφότεροι, καὶ λαλεῖν ἀλλήλοις βουλόμενοι, ἀφασίᾳ συσχεθέντες, καὶ τῆς ἀπλήστου χαρᾶς οὐκ ἐδύναντο κρατεῖν. πλὴν μετ᾽ οὐ πολὺ ἡ μὲν μήτηρ· ἔχω σε Φαῦστε, τὸν κατὰ πάντα μοι γλυκύτατον. πῶς ἄρα ζῇς, ὅν ὡς τεθνεῶτα μικρῷ τάχιον ἠκούσαμεν; πλὴν οὗτοί εἰσιν ἡμῶν υἱοὶ, Φαυστῖνος, Φαυστινιανὸς καὶ Κλήμης. ταῦτα εἰπούσης, ἡμεῖς οἱ τρεῖς προσπούσοντες αὐτῷ καὶ καταφιλοῦντες ἀμαυρῶς πως τὴν μορφὴν αὐτοῦ ἀνεφέρομεν.