Ancient Greek
Chapter 15
Clemens Romanus, Ὁμίλαι 15.3
Not analysed yet
Καὶ ὁ πατήρ· πολλὰ φαίνῃ μοι εὔλογα λέγων. καὶ ὁ Πέτρος ἔφη· τί οὖν ἐστιν τὸ κρατοῦν σε εἰς τὴν ἡμετέραν πίστιν ἐλθεῖν, λέγε, ἵνα εἰς αὐτὸ λέγειν ᾀρξώμεθα. πολλὰ γάρ ἐστιν τὰ κρατοῦντα· τοὺς μὲν πεπεισμένους ἀσχολίαι ἀγορασμῶν ,πράξεων, γεωργιῶν, φροντίδων καὶ ὅσα τοιαῦτα· ἀπιστοῦντας δὲ, ἀφ᾽ ὧν εἶ καὶ σὺ, ὑπολήψεις τοῦ νομίζειν, ἢ θεοὺς τοὺς οὐκ ὄντας εἶναι, ἢ τὸ γενέσει τὰ πάντα ὑποκεῖσθαι, ἢ αὐτοματισμῷ, ἢ τὰς ψυχὰς θνητὰς, ἢ καὶ τὸν ἡμέτερον λόγον ψευδῆ ὡς οὐκ οὔσης προνοίας.