Ancient Greek
Chapter 15
Clemens Romanus, Ὁμίλαι 15.4
Not analysed yet
Ἐγὼ δὲ προνοίᾳ Θεοῦ τὰ πάντα διοικεῖσθαι ἐκ τῶν περὶ σὲ γενομένων εἶναι λέγω, τοσούτοις ἔτεσιν τὴν διάστασίν σού τε καὶ τῶν σῶν γενέσθαι. ἐπεὶ γὰρ σὺν σοὶ ὄντες ἴσως τὸν τῆς θεοσεβείας λόγον οὐκ ἄν ἐπήκουσαν, ᾠκονομήθη σὺν μητρὶ ἡ ἀποδημία καὶ ναυφράγιον καὶ θανάτου ὑπόνοια καὶ ἀπρασίαι ἔτι τε καὶ ἐκπαιδευθῆναι αὐτοὺς τὰ Ἐλλήνων καὶ ἄθεα δόγματα, ἵνα μᾶλλον ὡς εἰδότες ταῦτα ἀνασκευάζειν δυνατοὶ ὦσιν· ἐπὶ τούτοις τὸ φιλῆσαι τὸν τῆς θεοσεβείας λόγον, καὶ ἐμοὶ ἑνωθῆναι δυνηθῆναι, συλλαβέσθαι μου τῷ κηρύγματι· ἀλλ᾽ ἔτι μὴν συνελθεῖν ἀδελφὸν Κλήμεντα, καὶ οὕτως τὴν μητέρα ἐπιγνωσθῆναι, θεραπείας τῆς θεότητος πληροφορηθῆναι, καὶ μετ᾽ οὐ πολὺ εὐθὺ τὰ δίδυμα τέκνα ἐπιγνωσθέντα καὶ ἐπιγνόντα καὶ τῆς ἄλλης ἡμέρας σοι συντυχεῖν ,καὶ τοὺς σοὺς ἀπολαβεῖν. τοσαύτην οὖν ταχεῖαν ἁρμονίαν πανταχόθεν συνδραμοῦσαν εἰς ἕνα γνώμης σκοπὸν οὐκ οἶμαι ἀπρονόητον εἶναι.