Ancient Greek
Chapter 17
Clemens Romanus, Ὁμίλαι 17.10
Not analysed yet
Τοῦτό ἐστιν ἑβδομάδος μυστήριον. αὐτὸς γάρ ἐστιν ἡ τῶν ὅλων ἀνάπαυσις, ὡς τοῖς ἐν μικρῷ μιμουμένοις αὐτοῦ τι μέγα αὑτὸν χαρίζεται εἰς ἀνάπαυσιν. αὐτός ἐστιν μόνος, πῇ μὲν καταληπτὸς, τὰς ἀπ᾽ αὐτοῦ ἐκτάσεις ἔχων εἰς ἄπειρον. οὗτος γὰρ καταληπτός ἐστιν καὶ ἀκατάληπτος, ἐγγὺς καὶ μακρὰν, ὧδε ὤν κἀκεῖ, ὡς μόνος ὑπάρχων καὶ διὰ τοῦ πανταχόθεν ἀπείρου νοὸς τὴν μετουσίαν, ᾗ πάντων ἀναπνέουσιν αἱ ψυχαὶ, τὸ ζῆν ἔχουσιν· κἄν χωρισθῶσιν τοῦ σώματος, καὶ τὸν εἰς αὐτὸν εὑρεθῶσιν πόθον ἔχουσαι, εἰς τὸν αὐτοῦ κόλπον φέρονται, ὡς ἐν χειμῶνι ὥρας οἱ ἀτμοὶ τῶν ὀρῶν ἀπὸ τῶν τοῦ ἡλίου ἀκτίνων ἑλκόμενοι φέρονται πρὸς αὐτὸν ἀθάνατοι. οἵαν οὖν στοργὴν συλλαβεῖν δυνάμεθα, ἐὰν τὴν εὐμορφίαν αὐτοῦ τῷ νῷ κατοπτεύσωμεν. ἄλλως δὲ ἀμήχανον. ἀδύνατον γὰρ κάλλος ἄνευ μορφῆς εἶναι, καὶ πρὸς τὸν αὑτοῦ ἔρωτα ἐπισπᾶσθαί τινα, ἢ καὶ δοκεῖν Θεὸν ὁρᾶν εἶδος οὐκ ἔχοντα.