Ancient Greek
Chapter 17
Clemens Romanus, Ὁμίλαι 17.9
Not analysed yet
Εἶς οὖν ἐστιν ὁ ὄντως Θεὸς, ὅς ἐν κρείττονι μορφῇ προκαθέζεται, τοῦ ἄνω τε καὶ κάτω δὶς ὑπάρχων καρδία, καὶ ἀπ᾽ αὑτοῦ ὥσπερ ἀπὸ κέντρου βρύουσα τὴν ζωτικὴν καὶ ἀσώματον δύναμιν, τὰ πάντα σύν τε ἄστροις καὶ νομοῖς οὐρανοῦ, ἀέρος, ὕδατος, γῆς, πυρὸς καὶ εἰ ἄλλο τί ἐστιν, δείκνυται οὐσία ἄπειρος εἰς ὕψος, ἀπέραντος εἰς βάθος, ἀμέτρητος εἰς πλάτος, τρὶς ἐπ᾽ ἄπειρον τὴν ἀπ᾽ αὐτοῦ ζωοποιὸν καὶ φρόνιμον ἐκτείνουσα φύσιν. τοῦτο οὖν τὸ ἐξ αὐτοῦ πανταχόθεν ἄπειρον ἀνάγκη εἶναι καρδίαν, ἔχον τὸν ὄντως ὑπὲρ πάντα ἐν σχήματι, ὅς ὅπου πότ᾽ ἂν ᾖ, ὡς ἐν ἀπείρῳ μέσος ἐστὶν, τοῦ παντὸς ὑπάρχων ὅρος. ἀπ᾽ αὐτοῦ οὖν ἀρχόμεναι αἱ ἐκτάσεις ἐξ ἀπεράντων ἔχουσιν τὴν φύσιν. ὧν ὁ μὲν ἀπ᾽ αὐτοῦ λαβὼν τὴν ἀρχὴν δείκνυται εἰς ὕψος ἄνω, ὁ δὲ εἰς βάθος κάτω, ὁ δὲ ἐπὶ δεξιάν, ὁ δὲ ἐπὶ λαιάν, ὁ δὲ ἔμπροσθεν, ὁ δὲ ὄπισθεν, εἰς οὓς αὐτὸς ἀποβλέπων ὡς εἰς ἀριθμὸν πανταχόθεν ἴσον χρονικοῖς ἕξ διαστήμασιν συντελεῖ τὸν κόσμον, αὐτὸς ἀνάπαυσις ὤν καὶ τὸν ἐσόμενον ἄπειρον αἰῶνα εἰκόνα ἔχων, ἀρχὴ ὤν καὶ τελευτή. εἰς αὐτὸν γὰρ τὰ ἕξ ἄπειρα τελευτᾷ, καὶ ἀπ᾽ αὐτοῦ τὴν εἰς ἄπειρον ἔκτασιν λαμβάνει.