Ancient Greek
Chapter 17
Clemens Romanus, Ὁμίλαι 17.17
Not analysed yet
Πλὴν ὅτι καὶ ἀσεβεῖς ὁράματα καὶ ἐνύπνια ἀληθῆ βλέπουσιν, δῆλόν ἐστιν, καὶ ἐγγράφως ἀποδεῖξαι δύναμαι. πέρας γοῦν ἐν τῷ νόμῳ γέγραπται, ὡς ὁ Ἀβιμέλεχ ἀσεβὴς ὤν, τὴν τοῦ δικαίου Ἀβραὰμ γυναῖκα ἐπὶ κοινωνίᾳ μιᾶναι θελήσας, ἤκουσεν παρὰ τοῦ Θεοῦ καθ᾽ ὕπνον, ὡς ἡ γραφὴ λέγει, μὴ θιγεῖν αὐτῆς, ὅτι ἀνδρὶ συνῳκηκυῖά ἐστιν. ἀλλὰ καὶ ὁ Φαραὼ, ἀσεβὴς ἀνὴρ, ἑώρακεν ὄνειρον περί τε πυρῶν εὐφορίας καὶ ἀφορίας, ᾧ ὁ Ἰωσὴφ ἐπιλύων παρὰ Θεοῦ ἔφη τὸν ὄνειρον γεγενῆσθαι. Ναβουχοδονόσορ δὲ, ὁ εἴδωλα σέβων, καὶ τοὺς Θεὸν σέβοντας εἰς πῦρ κελεύσας βληθῆναι, ὄνειρον ὅλου μήκους αἰῶνος ὁρᾷ. καὶ μὴ λεγέτω τις· ἀλλ᾽ ὅραμα ἐγρηγορὼς οὐδεὶς ἀσεβῶν θεωρεῖ. ψεῦδός ἔστιν. αὐτὸς γοῦν ὁ Ναβουχοδονόσορ τρεῖς ἄνδρας κελεύσας βληθῆναι εἰς πῦρ ,ἐνιδὼν τῇ καμίνῳ τέταρτον ἔφη· τὸν τέταρτον ὁρῶ ὡς υἱὸν θεοῦ. καὶ ὅμως ὀπτασίας τε καὶ ὁράματα καὶ ἐνύπνια ὁρῶντες ἀληθῆ, ἀσεβεῖς ἦσαν. οὕτως οὐ πάντως ἐκ τοῦ ὁρᾶν τινα ὁράματα καὶ ἐνύπνια καὶ ὀπτασίας πάντως εὐσεβής ἐστιν. τῷ γὰρ εὐσεβεῖ ἐμφύτῳ καὶ καθαρῷ ἀναβλύζει τῷ νῷ τὸ ἀληθὲς, οὐκ ὀνείρῳ σπουδαζόμενον, ἀλλὰ συνέσει ἀγαθοῖς διδόμενον.