Ancient Greek
Chapter 17
Clemens Romanus, Ὁμίλαι 17.18
Not analysed yet
Οὕτως γὰρ κἀμοὶ ἀπὸ τοῦ πατρὸς ἀπεκαλύφθη ὁ υἱός. διὸ οἶδα τίς δύναμις ἀποκαλύψεως, ἀφ᾽ ἑαυτοῦ μαθών. ἅμα γὰρ τῷ τὸν κύριον εἰπεῖν, τίνα αὐτὸν λέγουσιν, καὶ ἄλλους ἄλλο τι λέγοντας αὐτὸν ἀκηκοότος ἐμοῦ, ἐπὶ τῆς καρδίας ἀνέβη· οὐκ οἶδα οὖν πῶς εἶπον σὺ εἶ ὁ υἱὸς τοῦ ζῶντος Θεοῦ. τὸν δὲ μακαρίσαντά με μηνῦσαί μοι, τὸν ἀποκαλύψαντα πατέρα εἶναι, ἐμὲ δὲ ἔκτοτε μαθεῖν, ὅτι τὸ ἀδιδάκτως, ἄνευ ὀπτασίας καὶ ὀνείρων μαθεῖν ἀποκάλυψίς ἐστιν. καὶ ἀληθῶς οὕτως ἔχει. ἐν γὰρ τῇ ἐν ἡμῖν ἐκ Θεοῦ τεθείσῃ σπερματικῶς πᾶσα ἔνεστιν ἡ ἀλήθεια, Θεοῦ δὲ χειρὶ σκέπεται καὶ ἀποκαλύπτεται, τοῦ ἐνεργοῦντος τὸ κατ᾽ ἀξίαν ἑκάστου εἰδότος. τὸ δὲ ἔξωθεν δι᾽ ὀπτασιῶν καὶ ἐνυπνίων δηλωθῆναί τι ὅτι οὐκ ἔστιν ἀποκαλύψεως, ἀλλ᾽ ὀργῆς, φαίνεται. πέρας γοῦν γέγραπται ἐν τῷ νόμῳ ὅτι ὀργισθεὶς ὁ Θεὸς Ἀαρὼν καὶ Μαριὰμ ἔφη· ἐὰν ἀναστῇ προφήτης ἐξ ὑμῶν, δι᾽ ὁραμάτων καὶ ἐνυπνίων αὐτῷ γνωρισθήσομαι, οὐχ οὕτως δὲ ὡς Μωυσῇ τῷ θεράποντί μου, ὅτι ἐν εἴδει καὶ οὐ διὰ ἐνυπνίων λαλήσω πρὸς αὐτὸν, ὡς εἴτις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον. ὁρᾷς πῶς τὰ τῆς ὀργῆς δι᾽ ὁραμάτων καὶ ἐνυπνίων, τὰ δὲ πρὸς φίλον στόμα κατὰ στόμα, ἐν εἴδει, καὶ οὐ δἰ αἰνιγμάτων καὶ ὁραμάτων καὶ ἐνυπνίων, ὡς πρὸς ἐχθρόν.