Ancient Greek
Chapter 18
Clemens Romanus, Ὁμίλαι 18.10
Not analysed yet
Καὶ ὁ Πέτρος ἔφη· ἐπειδὴ ἀρεσκόντως τοῖς παροῦσιν ὄχλοις οὕτως ἔφης, ἐγὼ ἐρῶ οὐκ ἀρεσκόντως, ἀλλ᾽ ἀληθῶς. λέγε μοι, πῶς ἀξίους ἐπίστασαι τοὺς παρεστῶτας πάντας, ὅπου σοι ἐκφαίνοντι οὐδ’ εἷς συνέθετο; τὸ γὰρ ἐμοὶ ποιήσασθαι κατὰ σοῦ τὸν ἔπαινον οὐκ ἔστιν συγκαταθεμένων σοὶ, ἀλλ᾽ ἐμοὶ, ᾧ καὶ τὸν ἔπαινον ὡς ὀρθῶς εἰρηκότι ἀπένειμαν. ἀλλ᾽ ἐπειδὴ ὁ Θεὸς δίκαιος ὢν βραβεύει τὸν ἑκάστου νοῦν, ὃ φῂς ἀληθὲς εἶναι, οὐκ ἂν ἐβουλήθη διὰ τῆς ἀριστερᾶς τοῖς δεξιοῖς τοῦτο δοθῆναι ,ᾧ λόγῳ ὁ παρὰ κλέπτου τι λαβὼν καὶ αὐτὸς ὑπεύθυνός ἐστιν. ὥστε τούτου ἕνεκεν τὸ ὑπὸ σοῦ φερόμενον οὐκ ἠθέλησεν αὐτοὺς λαβεῖν, ἀλλὰ διὰ τοῦ εἰς τὸ ἀποαλύπτειν ὡρισμένου υἱοῦ. τίνι γὰρ εὔλογόν ἐστιν ἀποκαλύπτειν τὸν πατέρα, ἢ υἱῷ μόνῳ, διὰ τὸ εἰδέναι τῆς τοιαύτης ἀποκαλύψεως τὸν ἄξιον; οὕτως οὐκ ἔστιν τοῦτο διδάξαι ἢ διδαχθῆναι, ἀλλ᾽ ἀφράστῳ χειρὶ ἀποκαλυφθῆναι τῷ τοῦτο εἰδέναι ἀξίῳ.