Ancient Greek
Chapter 18
Clemens Romanus, Ὁμίλαι 18.11
Not analysed yet
Καὶ ὁ Σίμων ἔφη· πολὺ συμβάλλεται πρὸς νίκην τῷ πολεμοῦντι τὸ ἰδίοις χρήσασθαι ὅπλοις. ὃ γὰρ φιλεῖ τις, καὶ γνησίως ἐκδικεῖν δύναται, γνησίως δὲ ἐκδικούμενον οὐ τὴν τυχοῦσαν ἰσχὺν ἔχει. διὸ τοῦ λοιποῦ ὅπερ ὄντως φρονῶ ἐκθήσομαι. φημί τινα δύναμιν ἐν ἀποῤῥήτοις εἶναι ἄγνωστον πᾶσι, καὶ αὐτῷ τῷ δημιουργῷ, ὡς καὶ αὐτὸς ὁ Ἰησοῦς εἴρηκεν, οὐκ ἐπιστάμενος ὃ ἐφθέγξατο. οὐκ πολυλαλιᾶς γὰρ ἐνίοτε εὐστοχεῖ τις πρὸς τὸ ἀληθὲς, οὐκ εἰδὼς ὃ λέγει. λέγω δὲ καὶ περὶ τούτου, οὗ εἴρηκεν· οὐδεὶς ἔγνω τὸν πατέρα. καὶ ὁ Πέτρος σὺ τὰ ἐκείνου εἰδέναι μηκέτι ἐπαγγέλλου. καὶ ὁ Σίμων· τὰ ἐκείνου οὐκ ἐπαγγέλλομαι πιστεύειν, εἰς δὲ τὰ ἐπιτετευγμένα αὐτῷ διαλέγομαί σοι. καὶ ὁ Πέτρος· ἵνα μή σοι δῶ πρόφασιν εἰς φυγὴν, ζητήσω σοι ὡς θέλεις. πλὴν μαρτύρομαι πάντας ὅτι οὐδὲ ὃν νῦν ἔφης λόγον, οὐ πιστεύεις. οἶδα γὰρ ἃ φρονεῖς καὶ ἵνα μή με δόξῃς ψεύδεσθαι, ἀνοίξομαί σοι τὰ σὰ, ἵνα εἰδῇς ὅτι πρὸς εἰδότα διαλέγῃ.