Ancient Greek
Chapter 18
Clemens Romanus, Ὁμίλαι 18.7
Not analysed yet
Καὶ ὁ Σίμων ἔφη· ὁμολογῶ, οὐ συνῆκα πῶς λέγεις, τὰ τῶν ἐπισταμένων ἂν ἐποίεις. καὶ ὁ Πέτρος· εἰ οὐ συνῆκας, οὐδὲ τὸν ἑκάστου νοῦν εἰδέναι δύνῃ, καὶ εἰ ἀγνοεῖς, οὐδὲ τοὺς ἀξίους τῆς ἀποκαλύψεως ἐπίστασαι, εἰ δὲ οὐκ ἐπίστασαι, οὐκ εἶ υἱός· ὁ δὲ υἱὸς οἶδεν· διὸ οἷς βούλεται ὡς ἀξίοις οὐσιν ἀποκαλύπτει. καὶ ὁ Σίμων ἔφη· μὴ ἀπατῶ, οἶδα τοὺς ἀξίους, καὶ υἱὸς οὐκ εἰμί. τοῦτο μέντοι, τί ποτ᾽ ἔστιν, οἷς βούλεται ἀποκαλύπτει, οὐ συνῆκα ὡς λέγεις· τὸ δὲ μὴ συνιέναι οὐχ ὡς μὴ εἰδὼς εἶπον, ἀλλ᾽ ὡς εἰδὼς ὅτι οἱ παρεστῶτες οὐ συνῆκαν, ἵνα αὐτὸ σαφέστερον εἴπῃς, ὅπως νοήσωσιν ὧν ἕνεκεν καὶ τὴν ζήτησιν ποιούμεθα. καὶ ὁ Πέτρος· ἐγὼ σαφέστερον αὐτὸ εἰπεῖν οὐ δύναμαι, σὺ αὐτὸς ὡς νοήσας φράσον. καὶ ὁ Σίμων· ἐγὼ τὰ σὰ οὐκ ἀνάγκην ἔχω λέγειν. καὶ ὁ Πέτρος· φαίνῃ μοι, Σίμων, μὴ συνιεὶς αὐτὸ, καὶ ὁμολογεῖν μὴ θέλων, ἵνα μὴ ἐν ἀγνοίᾳ φωραθεὶς ἐλεγχθῇς μὴ ὤν σὺ ὁ ἑστὼς υἱός. τοῦτο γὰρ αἰνίσσῃ, κἄν σαφῶς αὐτὸ εἰπεῖν μὴ θέλῃς· ὥστε ἐγὼ μὲν τὰς σὰς βουλὰς ἐξ ὧν αἰνίσσῃ ἐπίσταμαι, προφήτου ἀληθοῦς μαθητὴς ὤν, οὐ προφήτης. σὺ δὲ καὶ τὰ σαφῶς λεγόμενα μὴ συνιὼν υἱὸν ἑαυτὸν εἰπεῖν θέλεις, ἀνθεστὼς ἡμῖν. καὶ ὁ Σίμων· ἀρῶ σου πᾶσαν πρόφασιν· ὁμολογῶ, αὐτὸ οὐ συνῆκα, τί ποτ᾽ ἔστιν, καὶ οἷς ἄν βούληται ὁ υἱὸς ἀποκαλύπτει. λέγε τοίνυν αὐτὸ σαφέστερον.