Ancient Greek
Chapter 18
Clemens Romanus, Ὁμίλαι 18.8
Not analysed yet
Καὶ ὁ Πέτρος· ἐπειδὴ κἂν σχήματι αὐτὸ ὡμολόγησας μὴ συνιέναι ,πρὸς ὃ πυνθάνομαί σου, ἀπόκριναί μοι, καὶ μαθήσῃ. λέγε μοι· φῂς τὸν υἱὸν δίκαιον εἶναι, ὅστις ποτ᾽ ἔστιν, ἢ οὔ; καὶ ὁ Σίμων ἔφη· δικαιότατον. καὶ ὁ Πέτρος· δίκαιος δὲ ὢν διὰ τί μὴ πᾶσιν ἀποκαλύπτει, ἀλλ᾽ οἷς βούλεται; καὶ ὁ Σίμων· ὅτι δίκαιος ὢν τοῖς ἀξίοις ἀποκαλύπτειν βούλεται. καὶ ὁ Πέτρος οὐκ οὖν ἀνάγκη αὐτὸν εἰδέναι τὸν ἑκάστου νοῦν, ἵνα ἀξίοις ἀποκαλύπτῃ; καὶ ὁ Σίμων· ἀνάγκη πᾶσα οὕτως ἔχειν. καὶ ὁ Πέτρος· οὐκοῦν αὐτὸς μόνος εὐλόγως ἀποκαλύπτειν ὡρίσθη, μόνος τὸν ἑκάστου νοῦν εἰδὼς, καὶ οὐ σὺ ὁ μηδὲ τὰ ὑφ᾽ ἡμῶν λεγόμενα δυνάμενος συνιέναι.