Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.24
Not analysed yet
Πολλοὺς μέντοι θεοὺς λέγειν καὶ ἀκούειν οὐ μόνον τολμῶσα, ἀλλὰ καὶ αὐτὴ γενέσθαι πιστεύουσα, καὶ ἐλπίδι τοῦ γενέσθαι, ὃ μὴ ἔχει φύσιν, καὶ ὃ ἔχει προσαπολλύουσα, καὶ ὡς θήλεια ἐν μηνίοις γινομένη προφάσει θυσιῶν αἱμάσσεται, καὶ οὕτως τοὺς ψαύοντας αὐτῆς μολύνει. ἐπὰν δὲ συλλαβοῦσα τοὺς προσκαίρους τίκτῃ βασιλεῖς, τοὺς αἷμα πολὺ χέοντας ἐγείρει πολέμους. τοὺς δὲ παρ᾽ αὐτῆς μαθεῖν ἀλήθειαν ὀρεγομένους τῷ τὰ πάντα λέγειν τὰ ἐναντία καὶ πολλὰς καὶ διαφόρους παρέχειν ὑπουργίας ζητοῦντας αἰεὶ καὶ μηδὲν εὑρίσκοντας μέχρις αὐτοῦ θανάτου καθίστησιν. ἀπ᾽ ἀρχῆς γὰρ ἀνθρώποις τυφλοῖς θανάτου κεῖται πρόφασις· πλάνα γὰρ καὶ ἀμφίβολα καὶ λοξὰ προφητεύουσα τοὺς πιστεύοντας ἀπατᾷ.