Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.25
Not analysed yet
Δἰ ὅ τῷ πρωτοτόκῳ αὐτῆς ἀμφοτερίζον ἐπέθηκεν ὄνομα, καλέσασα Καΐν· ὅ διχῇ ἔχει τῆς ἑρμηνείας τὴν ἐκδοχήν. ἑρμηνεύεται γὰρ καὶ κτῆσις καὶ ζῆλος, ὡς ζηλοῦν αὐτοῦ μέλλοντος ἐν τοῖς ἐσομένοις ἢ γυναῖκα ἢ κτήματα ἢ τὴν τῶν γονέων πρὸς αὐτὴν στοργήν. εἰ δὲ ἄρα μηδὲν τούτων γένηται, καὶ οὕτως τὸ κτῆμα λέγεσθαι καλῶς ἐπιτέτευκται. αὐτὸν γὰρ πρῶτον ἐκτήσατο, ὅπερ αὐτῇ καὶ ἐχρησίμευσεν. φονεὺς γὰρ ἦν καὶ ψεύστης καὶ μετὰ ἁμαρτιῶν ἡσυχάζειν μηδὲ ἐπὶ τῷ ἄρχειν θέλων. ἔτι μὴν καὶ οἱ ἀπὸ τῆς τούτου διαδοχῆς προεληλυθότες πρῶτοι μοιχοὶ ἐγένοντο· καὶ ψαλτήρια καὶ κιθάραι καὶ χαλκεῖς ὅπλων πολεμικῶν ἐγένοντο. δι᾽ ὃ καὶ ἡ τῶν ἐγγόνων προφητεία, μοιχῶν καὶ ψαλτηρίων γέμουσα, λανθανόντως διὰ τῶν ἡδυπαθειῶν ὡς τοὺς πολέμους ἐγείρει.