Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.34
Not analysed yet
Ὥ τῆς μεγάλης Θεοῦ φρονίμου χειρὸς τῆς ἐν πᾶσιν πάντα ποιούσης. μυρίος γὰρ ὄχλος πτηνῶν ὑπ᾽ αὐτοῦ γεγένηται, καὶ οὗτος ποικίλος, πρὸς τὸν ἕτερον μετὰ πάντα ἐξηλλαγμένος, λέγω δὲ τά τε χρώματα, ῥάμφη, ὄνυχας, βλέμματα, γνώμας, φθέγματα καὶ τὰ λοιπὰ πάντα. πόσαι δὲ καὶ φυτῶν διάφοροι ἰδέαι, χρώμασιν καὶ ποιότησιν καὶ ὀδμαῖς ἀπείροις διωρισμέναι . πόσα δὲ τῆς χέρσου ζῶα καὶ τῶν ἐν ὕδασιν, ὧν ἀδύνατον εἰπεῖν σχήματα, μορφάς, θέσεις, χρῶμα, βίους, γνώμας, φύσεις, ὄχλον· ἔτι τε ὀρέων πλήθη καὶ ὕψη, λίθων διαφορὰς, μύχους φοβεροὺς, πηγὰς, ποταμοὺς, λίμνας, θαλάσσας, λιμένας, νήσους, ὕλας, οἰκουμένην τε πᾶσαν καὶ ἀοικήτους τόπους.