Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.35
Not analysed yet
Πόσα δὲ καὶ ἄλλα ἄγνωστα τυγχάνει, στοχασμὸν ἀνθρώπων ἐκπεφευγότα. τῶν δὲ ἐν καταλήψει ὄντων τίς ἀνθρώπων ἕνα ὅρον οἶδεν λέγω δέ, πῶς οὐρανὸς εἱλεῖται, πῶς ἄστρα φέρεται, καὶ τίνας ἔχουσιν τὰς μορφὰς καὶ τοῦ ζῆν τὴν σύστασιν, τίνες τε οἱ τούτων ἀερώδεις τρίβοι, πόθεν τε καὶ τὰ ἀνέμων πνεύματα περιωθεῖται, καὶ διαφόρους ἔχει τὰς ἐνεργείας, πόθεν ἀνελλιπῶς βρύουσιν αἱ πηγαί, καὶ ἀέναοι ποταμοὶ γινόμενοι εἰς θάλασσαν καταντῶσιν, καὶ οὔτε ὅθεν ἔρχονται κενοῦται, οὔτε ὅπου ἀπέρχονται πληροῦσιν· μέχρι ποῦ τοῦ ἀπεράντου ταρτάρου τὸ ἄπειρον βάθος· ἐπὶ τίνι ἄρα ἐπεωρεῖται ὁ πάντα περιέχων οὐρανός· πῶς νέφη ἐξ ἀέρος βρύει, καὶ εἰς ἀέρα συμπίνεται· τίς φύσις βροντῶν καὶ ἀστραπῶν, χιόνων, χαλάζης, ὁμίχλης, κρυστάλλων, καταιγίδων, ὄμβρων, νεφῶν αἰωρουμένων· καὶ πῶς φυτά, ζῶα πλάσσει· καὶ ταῦτα διαφοραῖς ἀναριθμήτοις πάσῃ ἀκριβείᾳ συνεχῶς ἀποτελούμενα.