Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.38
Not analysed yet
Τοῦ Πέτρου ταῦτα εἰπόντος, ὁ Σίμων ἔξω τοῦ ὄχλου βοῇ μεγάλῃ ἔφη· τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτὸν θεοὺς μήτε νομίζειν, μήτε λέγειν ἐξὸν εἶναι, τῶν παρὰ Ἰουδαίοις δημοσίων βίβλων πολλοὺς θεοὺς εἶναι λεγουσῶν; καὶ νῦν δὲ μετὰ πάντων ἀπ᾽ αὐτῶν σοι τῶν βίβλων περὶ τοῦ δεῖν θεοὺς νομίζειν καὶ συζητῆσαι θέλω· πρότερον περὶ οὗ ἔφης Θεοῦ, δείξας μὴ αὐτὸν εἶναι τὴν ἀνωτάτω καὶ πάντα δυναμένην, καθ᾽ ὅ ἀπρόγνωστός ἐστιν, ἀτελὴς, ἐνδεὴς, οὐκ ἀγαθὸς, καὶ πολλοῖς καὶ μυρίοις χαλεποῖς ὑποκείμενος πάθεσιν· ὅθεν τούτου δειχθέντος ἀπὸ τῶν γραφῶν, ὡς ἐγὼ λέγω, ἕτερος ἀγράφως περιλείπεται εἶναι, προγνωστικὸς, τέλειος ,ἀνενδεὴς, ἀγαθὸς, πάντων χαλεπῶν ἀπηλλαγμένος παθῶν. ὅν δὲ σὺ φῂς δημιουργὸν, τοῖς ἐναντίοις ἀντικείμενος τυγχάνει.