Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.39
Not analysed yet
Αὐτίκα γοῦν ὁ καθ᾽ ὁμοίωσιν αὐτοῦ γεγονὼς Ἀδὰμ καὶ τυφλὸς κτίζεται καὶ γνῶσιν ἀγαθοῦ ἢ κακοῦ οὐκ ἔχων παραδέδοται, καὶ παραβάτης εὑρίσκεται καὶ τοῦ παραδείσου ἐκβάλλεται καὶ θανάτῳ τιμωρεῖται. ὁμοίως τε καὶ ὁ πλάσας αὐτόν, ἐπεὶ μὴ πανταχόθεν βλέπει, ἐπὶ τῇ Σοδόμων καταστροφῇ λέγει· δεῦτε καὶ καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται εἰ δὲ μὴ, ἵνα γνῶ· καὶ ἀγνοοῦντα αὑτὸν δείκνυσιν. τὸ δὲ εἰπεῖν περὶ τοῦ Ἀδάμ· ἐκβάλωμεν αὐτὸν, μήπως ἐκτείνας τὴν χεῖρα αὑτοῦ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσηται εἰς τὸν αἰῶνα· τὸ εἰπεῖν μήπως, ἀγνοεῖ· τὸ δὲ ἐπαγαγεῖν, μή πως φαγὼν ζήσηται εἰς τὸν αἰῶνα, καὶ φθονεῖ. καὶ τὸ γεγράφθαι, ὅτι ἐνεθυμήθη ὁ Θεὸς, ὅτι ἐποίησεν τὸν ἄνθρωπον, καὶ μετανοεῖ καὶ ἀγνοεῖ· τὸ γὰρ ἐνεθυμήθη σκέψις ἐστὶν, ᾗ τις δἰ ἄγνοιαν ὧν βούλεται τὸ τέλος ἀκριβῶσαι θέλει, ἢ ἐπὶ τῷ μὴ κατὰ γνώμην ἀποβάντι μεταμελομένου. καὶ τὸ γεγράφθαι, καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας, ἐνδεοῦς ἐστι, καὶ τὸ ἐπὶ κνίσσῃ σαρκῶν ἡσθῆναι, ἐκ ἀγαθοῦ. τὸ δὲ πειράζειν, ὡς γέγραπται, καὶ ἐπείρασεν κύριος τὸν Ἀβραὰμ, κακοῦ καὶ τὸ τέλος τῆς ὑπομονῆς ἀγνοοῦντος.