Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.41
Not analysed yet
Καὶ ὁ Σίμων· πρόδηλος εἶ φεύγων, ἀπὸ τῶν γραφῶν τὸν κατὰ τοῦ Θεοῦ σου ἀκοῦσαι ἔλεγχον. καὶ ὁ Πέτρος· αὐτός μοι φαίνῃ τοῦτο ποιῶν. ὁ γὰρ τάξιν ζητήσεως φεύγων ἐξέτασιν ἀληθῆ γενέσθαι οὐ βούλεται. ὅθεν ἐγὼ τῇ τάξει χρώμενος, καὶ βουλόμενος πρῶτον τὸν συγγραφέα νοηθῆναι, πρόδηλός εἰμι τὴν εὐθεῖαν ὁδεύειν θέλων. καὶ ὁ Σίμων· ὁμολόγησον πρῶτον, εἴγε τὰ κατὰ τοῦ δημιουργοῦ γεγραμμένα ἀληθῆ ἐστι, καὶ οὐκ ἔστιν τῶν ὅλων ἀνώτερος, κατὰ τὰς γραφὰς πάσῃ ὑποκείμενος μοχθηρίᾳ, καὶ ὕστερον ζητήσομεν τὸν συγγράψαντα. καὶ ὁ Πέτρος· ἵνα μὴ δόξω, ἀντιλέγειν σου τῇ ἀταξίᾳ μὴ θέλων, ζητεῖν, ἀποκρίνομαι· ἐγώ φημι ὅτι εἰ τὰ κατὰ τοῦ Θεοῦ γεγραμμένα ἀληθῇ εἴη, οὔπω τὸν Θεὸν δείκνυσιν μοχθηρόν. καὶ ὁ Σίμων ἔφη· πῶς τοῦτο συστῆσαι δύνασαι;