Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.40
Not analysed yet
Ὁμῶς ὁ Σίμων πολλὰ ἀπὸ τῶν γραφῶν ἐδόκει δεικνύειν τὸν Θεὸν παντὶ πάθει ὑποκείμενον. καὶ ὁ Πέτρος ταῦτα ἔφη· εἰ μηδὲν ἀγαπᾶ ὁ κακὸς καὶ πάνυ μοχθηρὸς ἐφ᾽ οἷς ἁμαρτάνει ἑαυτὸν ἐλέγχειν, ἀπόκριναί μοι. καὶ ὁ Σίμων ἔφη· οὐκ ἀγαπᾶ. καὶ ὁ Πέτρος ἔφη· πῶς οὖν κακὸς καὶ μοχθηρὸς εἶναι δύναται ὁ Θεός, εἴπερ αὐτοῦ λήματι τὰ κατ᾽ αὐτοῦ κακὰ δημοσίᾳ γραφέντα προσετέθη; καὶ ὁ Σίμων· ἐνδέχεται μὴ κατὰ προαίρεσιν αὐτοῦ ὑφ᾽ ἑτέρας δυνάμεως τὸν κατ᾽ αὐτοῦ γραφῆναι ἔλεγχον. καὶ ὁ Πέτρος ἔφη· πρῶτον οὖν τοῦτο ζητήσωμεν. εἰ μὲν ὑπὸ τῆς ἑαυτοῦ βουλῆς ἑαυτὸν ἤλεγξεν, ὡς φθάσας συνωμολόγησας, μοχθηρὸς οὐκ ἔστιν, εἰ δὲ ὑφ᾽ ἑτέρας δυνάμεως, ζητητέον καὶ παντὶ σθένει ἐξεταστέον, μή τις αὐτὸν μόνον ἀγαθὸν ὄντα ἐπὶ πᾶσι τοῖς κακοῖς ὑπέβαλεν.