Ancient Greek
Chapter 5
Clemens Romanus, Ὁμίλαι 5.11
Not analysed yet
Ἀλλὰ πᾶσαι μὲν ἀνεῴχθησαν αὐτῷ θύραι, πάντες δὲ μοχθηροὶ καὶ θετοὶ λυέσθωσαν νόμοι, ζηλοτύποις ἀνθρώποις κείμενοι, οἵ τινες ὑπὸ ἀνοίας κρατούμενοι καὶ τὸ εὔλογον νοεῖν μὴ βουλόμενοι, προσέτι δὲ καὶ τοὺς λεγομένους μοιχοὺς ὑφορώμενοι, ὑπ᾽ αὐτοῦ τοῦ Διὸς διά γε τοῦ Μίνω καὶ τοῦ Ῥαδαμάνθυος εὐλόγως θετοῖς παίζονται νόμοις. Ἔρωτα γὰρ ἐπιδημήσαντα ψυχαῖς οὐκ ἔστιν ἐπισχεῖν. οὐ γάρ ἐστιν ἑκούσιον τὸ τῶν ἐρώντων πάθος. αὐτίκα γοῦν ὁ Ζεὺς αὐτὸς ὁ τούτων νομοθέτης μυρίαις συνήλυθεν γυναιξίν, καὶ ὑπ᾽ ἐνίων μὲν σοφῶν ἀνδρῶν εὐεργέτης πρὸς τεκνοποιΐαν, ἐνίοτε τὴν αὐτοῦ μῖξιν ἀνθρώποις δωρούμενος. παρ᾽ οἷς δὲ ἐπὶ τῇ χάριτι ἠπίστατο, ἀγνοούμενος μετεμορφοῦτο τὴν ἰδέαν, ἵνα μήτε αὐτοὺς λυπῇ, μήτε τοῖς ὑπ᾽ αὐτοῦ τεθεῖσιν νόμοις ἀντιπράττειν δοκῇ. δεῖ οὖν τῇ φιλοσοφίᾳ προσανέχουσαν, καλοῦ βίου χάριν μιμεῖσθαι τοὺς ὁμολογουμένους κρείττονας ὧν αἱ μίξεις μυρίαι γεγόνασιν.