Ancient Greek
Chapter 5
Clemens Romanus, Ὁμίλαι 5.Ο ΕΡΩΝ ΤΗ ΕΡΩΜΕΝΗ
Not analysed yet
Ἀνωνύμως διὰ τοὺς ἐκ τῶν ἀνοήτων ἀνθρώπων νόμους. ἐπιταγαῖς Ἕρωτος τοῦ πάντων πρεσβυτάτου παιδὸς χάριν. ἔγνων σε φιλοσοφίᾳ προσανέχουσαν, καὶ ἀρετῆς ἕνεκα τὸν τῶν κρειττόνων ζηλοῦσαν βίον. τίνες δὲ ἂν εἶεν κρείττονες, ἢ θεοὶ μὲν ἁπάντων, ἀνθρώπων δὲ οἱ φιλόσοφοι; οὗτοι γὰρ μόνοι ἴσασιν, τῶν ἔργων ποῖα μέν ἐστιν φύσει κακὰ ἢ καλά, ποῖα δὲ τῇ τῶν νόμων θέσει οὐκ ὄντα νομίζεται. αὐτίκα γοῦν τὴν λεγομένην μοιχείαν πραξίν τινες ὑπειλήφασιν εἶναι κακὴν, καίτοι καλὴν κατὰ πάντα ὑπάρχουσαν. εἰς γὰρ τὴν τοῦ βίου πολυγονίαν ἐπιταγαῖς Ἔρωτος γίνεται. Ἔρως δέ ἐστιν ὁ πάντων θεῶν πρεσβύτατος. ἄνευ γὰρ δὴ Ἔρωτος οὐ στοιχείων, οὐ θεῶν, οὐκ ἀνθρώπων, οὐ ζώων ἀλόγων, οὐ τῶν λοιπῶν ἁπάντων μῖξις ἢ γέννησις γενέσθαι δύναται. πάντες γάρ τοι ὄργανά ἐσμεν τοῦ Ἔρωτος. αὐτὸς ὁ δι᾽ ἡμῶν τεχνίτης, παντὸς τοῦ γεννωμένου ψυχαῖς ἐπιδημῶν ἐστι νοῦς. ὅθεν οὐκ αὐτοὶ θέλοντες, ἀλλ᾽ ὅταν ὑπ᾽ αὐτοῦ κελευσθῶμεν, τὸ ἐκείνου βούλημα ποιεῖν ἐπιθυμοῦμεν. εἰ δ᾽ ἐκείνου βουλῇ ἐπιθυμοῦντες, χάριν τῆς λεγομένης σωφροσύνης κρατεῖν τῆς ἐπιθυμίας ἐπιχειρήσωμεν, πῶς τῷ πάντων πρεσβυτάτῳ θεῶν τε καὶ ἀνθρώπων ἀντιπράττοντες οὐ τὰ μέγιστα ἀσεβήσωμεν;